§2.1τὰ μὲν οὖν κατὰ τὴν στρατηγίαν ἐφάμιλλα καὶ παράλληλα· τῷ δὲ ἄλλῳ τρόπῳ φιλοπόλεμος μὲν ὁ Εὐμενὴς καὶ φιλόνεικος, ἡσυχίας δὲ καὶ πρᾳότητος οἰκεῖος ὁ Σερτώριος.
因此,他们在将才方面不相上下、并驾齐驱;但在其他性格方面,尤曼尼斯好战且好胜,而塞托留斯则向往安宁与温和。
ὁ μὲν γὰρ, ἀσφαλῶς καὶ μετὰ τιμῆς βιοῦν ἐξὸν ἐκποδὼν γενομένῳ τοῖς πρώτοις, μαχόμενος καὶ κινδυνεύων διετέλεσε, τῷ δὲ οὐδὲν δεομένῳ πραγμάτων ὑπὲρ αὐτῆς τῆς τοῦ σώματος ἀσφαλείας πρὸς οὐκ ἐῶντας εἰρήνην ἄγειν ἦν ὁ πόλεμος.
因为前者在可以避开权贵、安全且体面地生活的情况下,却始终在战斗和冒险;而后者本无意于世事,但为了自身安全,不得不对那些不容他安宁生活的人进行战争。
§2.2Εὐμενεῖ μὲν γὰρ Ἀντίγονος ἐκστάντι τῶν ὑπὲρ τοῦ πρωτεύειν ἀγώνων ἡδέως ἂν ἐχρῆτο τὴν μετʼ αὐτὸν ἀγαπῶντι τάξιν, Σερτωρίῳ δὲ οἱ περὶ Πομπήϊον οὐδὲ ζῆν ἀπραγμόνως ἐπέτρεπον.
因为如果尤曼尼斯退出争夺首位的斗争,甘愿屈居次席,安提柯本乐于重用他;而庞培及其同伙却连让塞托留斯安闲度日都不允许。
διὸ τῷ μὲν ἑκοντὶ συνέβαινε πολεμεῖν ἐπʼ ἀρχῇ, τῷ δὲ ἀκουσίως ἄρχειν διὰ τὸ πολεμεῖσθαι.
因此,前者是为了争夺权力而自愿开战,后者则是因遭受攻击而不得不进行统治。
§2.3φιλοπόλεμος μὲν οὖν ὁ τῆς ἀσφαλείας τὴν πλεονεξίαν προτιμῶν, πολεμικὸς δὲ ὁ τῷ πολέμῳ κτώμενος τὴν ἀσφάλειαν.
因此,宁可牺牲安全而追求贪欲者,是好战之人;而通过战争来获取安全者,是善战之人。
καὶ μὴν θανεῖν γε συνέβη τῷ μὲν οὐ προαισθομένῳ, τῷ δὲ καὶ προσδεχομένῳ τὴν τελευτήν, ὧν τὸ μὲν ἐπιεικείας, φίλοις γὰρ ἐδόκει πιστεύειν, τὸ δὲ ἀσθενείας, βουλόμενος γὰρ φυγεῖν συνελήφθη.
再者,两人的死,一个是不曾预知,另一个则是预料到了自己的结局;在这之中,前者是出于厚道(因为他似乎信任朋友),后者则是出于软弱(因为他因企图逃跑而被捕)。
§2.4καὶ τοῦ μὲν οὐ κατῄσχυνε τὸν βίον ὁ θάνατος, πάσχοντος ὑπὸ τῶν συμμάχων ἃ τῶν πολεμίων αὐτὸν οὐδεὶς ἐποίησεν ὁ δὲ φεύγειν μὲν πρὸ αἰχμαλωσίας μὴ δυνηθείς, ζῆν δὲ μετʼ αἰχμαλωσίαν βουληθείς, οὔτε ἐφυλάξατο καλῶς τὴν τελευτὴν οὔθʼ ὑπέμεινεν, ἀλλὰ προσλιπαρῶν καὶ δεόμενος τοῦ σώματος μόνου κρατεῖν δοκοῦντα τὸν πολέμιον καὶ τῆς ψυχῆς αὑτοῦ κύριον ἐποίησεν.
而前者的死并没有羞辱他的生前,因为他从盟友那里遭受了敌人未曾对他施加过的对待;而后者在被俘前未能逃脱,在被俘后又苟且求生,既没有很好地防范自己的死,也没能坦然承受,反而在哀求与乞怜中,使那看似仅能支配其肉体的敌人,也成为了他灵魂的主宰。