Humanitext Reader

普鲁塔克 · 塞多留与欧墨尼斯比较列传 §1.1-1.3

作为外邦领袖的统帅力与统御权比较

第 1 段,共 2 段 · 希腊语

内容简介

本段比较了尤曼尼斯与塞托留斯的事迹,指出他们作为外乡流亡者统领大军的共同点,并对比了两人在出身背景、统治权的获得方式以及所面临阻碍等方面的差异。

§1.1ταῦτα ἔστιν ἃ περὶ Εὐμενοῦς καὶ Σερτωρίου μνήμης ἄξια παρειλήφαμεν.
这些便是我们所收录的关于尤曼尼斯与塞托留斯的值得纪念的事迹。
ἐν δὲ τῇ συγκρίσει κοινὸν μὲν ἀμφοτέροις ὑπάρχει τὸ ξένους καὶ ἀλλοδαποὺς καὶ φυγάδας ὄντας ἐθνῶν τε παντοδαπῶν καὶ στρατευμάτων μαχίμων τε καὶ μεγάλων ἡγουμένους διατελεῖν, ἴδιον δὲ Σερτωρίῳ μὲν τὸ παρὰ πάντων τῶν συμμάχων δεδομένην ἔχειν διὰ τὸ ἀξίωμα τὴν ἀρχήν, Εὐμενεῖ δὲ τὸ πολλῶν διαφερομένων περὶ τῆς ἡγεμονίας πρὸς αὐτὸν ἐκ τῶν πράξεων λαμβάνειν τὸ πρωτεῖον καὶ τῷ μὲν ἄρχεσθαι βουλόμενοι δικαίως εἵποντο, τῷ δὲ ἄρχειν μὴ δυνάμενοι πρὸς τὸ συμφέρον ὑπήκουον.
在两者的比较中,共同之处在于他们皆为异邦人、外乡人及流亡者,却能始终统领各种各样的民族以及英勇强盛的大军。 而塞托留斯独特之处在于,因其威望,所有盟友自愿将统治权授予他并由他保有;而尤曼尼斯独特之处在于,在众人与他争夺霸权的情况下,他凭自己的实际功绩取得了首要地位。 对于前者,人们心甘情愿接受统治并正当地追随他;对于后者,人们因无法统治而为了利益服从他。
§1.2καὶ γὰρ ὁ μὲν Ἰβήρων καὶ Λυσιτανῶν Ῥωμαῖος, ὁ δὲ Χερρονησίτης Μακεδόνων ἦρχεν, ὧν οἱ μὲν ἔκπαλαι Ῥωμαίοις ἐδούλευον, οἱ δὲ τότε πάντας ἀνθρώπους ἐδουλοῦντο.
因为前者以罗马人的身份统治伊比利亚人和卢西塔尼亚人,后者以赫索尼苏斯人的身份统治马其顿人;前者的臣民早已屈服于罗马人,而后者的臣民在当时却奴役着全人类。
καὶ Σερτώριος μὲν ἀπὸ βουλῆς καὶ στρατηγίας θαυμαζόμενος, Εὐμενὴς δὲ διὰ τὴν γραμματείαν καταφρονούμενος ἐφʼ ἡγεμονίαν προῆλθεν.
此外,塞托留斯因其元老院议员身份和大法官职位而备受推崇,并由此晋升至领导地位;而尤曼尼斯则因其秘书身份而受到轻蔑,并由此前进。
οὐ μόνον τοίνυν ἐλάττοσι πρὸς τὴν ἀρχὴν ἀφορμαῖς, ἀλλὰ καὶ μείζοσι πρὸς τὴν αὔξησιν ἐχρήσατο κωλύμασιν Εὐμενής.
因此,尤曼尼斯不仅在获取统治权时的资本较少,而且在扩大其权势时所面临的阻碍也更大。
§1.3καὶ γὰρ ἄντικρυς τοὺς ἐνισταμένους καὶ κρύφα τοὺς ἐπιβουλεύοντας εἶχε πολλούς, οὐχ ὥσπερ τῷ ἑτέρῳ φανερῶς μὲν οὐδείς, λάθρα δὲ ὕστερον καὶ ὀλίγοι τῶν συμμάχων ἐπανέστησαν.
因为他不仅有众多公然反对他的人,还有许多暗中阴谋加害他的人,而不像另一位那样,公然反对他的一个也没有,仅有少数盟友在后期暗中发起叛乱。
διὸ τῷ μὲν ἦν πέρας τοῦ κινδυνεύειν τὸ νικᾶν τοὺς πολεμίους, τῷ δὲ ἐκ τοῦ νικᾶν ὁ κίνδυνος ὑπὸ τῶν φθονούντων.
因此,对前者而言,战胜敌人便是危险的终结;而对后者而言,战胜敌人反因嫉妒者而成为危险的源头。

词汇与语法注释

  1. 1.1ἄρχεσθαι ... ἄρχειν — 必须注意塞托留斯对应的被动语态 ἄρχεσθαι(被统治)与尤曼尼斯对应的主动语态 ἄρχειν(统治)之间的对比。塞托留斯的部下是因为“甘愿被统治”而追随他,而尤曼尼斯的部下则是因为自身“无法进行统治”而为了利益服从他。
  2. 1.2ὧν οἱ μὲν ... οἱ δὲ — 关系代词属格 ὧν 的先行词包括前文的 Ἰβήρων καὶ Λυσιτανῶν(伊比利亚人与卢西塔尼亚人)以及 Μακεδόνων(马其顿人),并在后文中被拆分为 οἱ μὲν(前者)与 οἱ δὲ(后者)。此外,前者的动词 ἐδούλευον(未完成过去主动态,“服侍/受奴役”)与后者的 ἐδουλοῦντο(未完成过去中间态,“奴役[为己所有]”)形成了鲜明对比,突显了两国臣民历史地位的巨大反差。
  3. 1.2ἀφορμαῖς ... κωλύμασιν ἐχρήσατο — 动词 ἐχρήσατο(χράομαι 的不定过去时,意为“使用、面临、处理”)同时支配两个与格名词:ἀφορμαῖς(起点、资源)与 κωλύμασιν(障碍)。尽管“使用障碍”在语义上看似矛盾,但此处该动词以并列结构巧妙地表达了尤曼尼斯不仅“起步资源更少”,而且“不得不面对并克服更大的障碍”。

引用这一段

普鲁塔克, 塞多留与欧墨尼斯比较列传 §1.1-1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg043.humanitext-grc2:1.1-1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。