§3.1καὶ μὴν Τίτῳ μὲν ἄρχοντι συνέβη καὶ πρεσβεύοντι πάντα πρᾶξαι τὰ καλά, Φιλοποίμην δὲ οὐ χείρονα παρέσχεν οὐδὲ ἀπρακτότερον ἑαυτὸν ἰδιώτην ἢ στρατηγὸν τοῖς Ἀχαιοῖς.
此外,对于提图斯而言,他是在担任统治者和使节时成全了所有美妙的功绩,而菲洛皮门作为普通公民,向阿开亚人展示的自己并不比作为将军时逊色,也并非无所作为。
ἰδιώτης μὲν γὰρ ὢν Νάβιν ἐξέβαλεν ἐκ Μεσσήνης καὶ Μεσσηνίους ἠλευθέρωσεν, ἰδιώτης δὲ Διοφάνην τὸν στρατηγὸν καὶ Τίτον ἐπερχομένους ἀπέκλεισε τῆς Σπάρτης καὶ Λακεδαιμονίους δι. ʼσωσεν.
因为当他是普通公民时,他将纳比斯逐出美塞尼亚并解放了美塞尼亚人,同样作为普通公民,他将来犯的将军狄奥法内斯和提图斯拒于斯巴达门外,拯救了拉刻代蒙人。
§3.2οὕτως ἡγεμονικὴν φύσιν ἔχων οὐ κατὰ τοὺς νόμους, ἀλλὰ καὶ τῶν νόμων ἄρχειν ἠπίστατο πρὸς τὸ συμφέρον, οὐ δεόμενος παρὰ τῶν ἀρχομένων λαβεῖν τὸ ἄρχειν, ἀλλὰ χρώμενος αὐτοῖς, ὅπου καιρὸς εἴη, τὸν ὑπὲρ αὐτῶν φρονοῦντα μᾶλλον ἢ τὸν ὑπʼ αὐτῶν ᾑρημένον ἡγούμενοις στρατηγόν.
他拥有如此具有领导才能的天性,不仅懂得依法治理,而且懂得为了公共利益去支配法律,无需从被统治者那里获得统治权,而是在需要的时候随时任用他们,因为他们将为他们着想的人,视作比他们自己选出的人更为真正的将军。
§3.3γενναῖα μὲν οὖν Τίτου τὰ πρὸς τοὺς Ἕλληνας ἐπιεικῆ καὶ φιλάνθρωπα, γενναιότερα δὲ Φιλοποίμενος τὰ πρὸς τοὺς Ῥωμαίους ὀχυρὰ καὶ φιλελεύθερα ῥᾷον γὰρ χαρίζεσθαι τοῖς δεομένοις ἢ λυπεῖν ἀντιτείνοντα τοὺς δυνατωτέρους.
提图斯对希腊人的宽厚与仁慈固然是高尚的,而菲洛皮门对罗马人展现出的坚定与热爱自由的态度则更为高尚;因为施恩给求助者,比抗拒强者并使其恼怒要容易得多。
ἐπεὶ. δὲ οὕτως ἐξεταζομένων δυσθεώρητος ἡ διαφορά, σκόπει, μὴ τῷ μὲν Ἕλληνι τὸν ἐμπειρίας πολεμικῆς καὶ στρατηγίας στέφανον, τῷ δὲ Ῥωμαίῳ τὸν δικαιοσύνης καὶ χρηστότητος ἀποδιδόντες οὐ φαύλως διαιτᾶν δόξομεν.
既然在如此考察之下,两者的差异难以看清,且看我们若将军事经验与统帅能力的桂冠授予希腊人,而将正义与仁德的桂冠授予罗马人,是否会被认为作出了不俗的裁决。