§21.1οὕτω μὲν τὸν Ἀννίβαν ἀποθανεῖν λέγουσιν.
このようにしてハンニバルは死んだと言われている。
ἀπαγγελθέντων δὲ τούτων πρὸς τὴν σύγκλητον, οὐκ ὀλίγοις ἐπαχθὴς ἔδοξεν ὁ Τίτος καί περιττὸς ἄγαν καί ὠμός, ὥσπερ ὄρνιν ὑπὸ γήρως ἀπτῆνα καί κόλουρον ἀφειμένον ζῆν χειροήθη τὸν Ἀννίβαν ἀποκτείνας, οὐδενὸς ἐπείγοντος, ἀλλὰ διὰ δόξαν, ὡς ἐπώνυμος τοῦ θανάτου γένοιτο.
これらが元老院に報告されると、少なくない人々にとってティトスは、不快で、甚だお節介で、残酷な男に思われた。 あたかも、老いのために飛ぶこともできず、尾羽も失って、飼い慣らされて生きるに任されていた鳥のようなハンニバルを、何に迫られたわけでもないのに、ただ名声のために、自分がその死の立役者となるべく殺したかのように。
§21.2καί τὴν Ἀφρικανοῦ Σκηπίωνος ἐκτιθέντες πρᾳότητα καί μεγαλοψυχίαν ἔτι μᾶλλον ἐθαύμαζον, ὡς ἀήττητον ὄντα καί φοβερὸν ἐν Λιβύῃ καταπολεμήσας Ἀννίβαν οὔτε ἐξήλασεν οὔτε ἐξῃτήσατο παρὰ τῶν πολιτῶν, ἀλλὰ καί πρὸ τῆς μάχης εἰς λόγους ἐλθὼν ἐδεξιώσατο καί μετὰ τὴν μάχην σπενδόμενος οὐδὲν ἐπετόλμησεν οὐδʼ ἐπενέβη τῇ τύχῃ τοῦ ἀνδρός.
そして人々は、アフリカヌス・スキピオの温厚さと寛大さを引き合いに出して、彼をなおいっそう称賛した。 すなわちスキピオは、リビアにおいて無敵で恐るべき存在であったハンニバルを打ち破りながらも、彼を祖国から追放することも同胞たちに引き渡しを要求することもしなかった。 それどころか、戦いの前に対談を行って彼を温かく迎え、戦いの後の和平交渉においても、この男の不運に対して何ら過酷な扱いをあえてせず、それを踏みにじることもしなかったのである。
§21.3λέγεται δὲ αὖθις ἐν Ἐφέσῳ συμβαλεῖν αὐτούς·
また、後に彼らはエフェソスで再会したと言われている。
καί πρῶτον μὲν ἐν τῷ συμπεριπατεῖν τοῦ Ἀννίβου τὴν προσήκουσαν ἐν ἀξιώματι τάξιν ἐκεἰνῳ προλαβόντος ἀνέχεσθαι καί περιπατεῖν ἀφελῶς τὸν Ἀφρικανόν, ἔπειτα λόγου περὶ στρατηγῶν ἐμπεσόντος καί τοῦ Ἀννίβου κράτιστον ἀποφηναμένου γεγονέναι τῶν στρατηγῶν Ἀλέξανδρον, εἶτα Πύρρον, τρίτον δὲ αὑτόν, ἡσυχῇ μειδιάσαντα τὸν Ἀφρικανὸν εἰπεῖν,
τί δʼ, εἰ μή σε ἐγὼ νενικήκειν;
そしてまず、一緒に散歩をしていた際、ハンニバルが、その威厳において相手にふさわしい上席を先に占めてしまったのを、アフリカヌスは何気なくそれを受け入れて共に歩いた。 その後、将軍たちについての話題になり、ハンニバルが、将軍たちのうちで最も優れた者はアレクサンドロス、次いでピュロス、3番目が自分自身であると表明したとき、アフリカヌスは静かに微笑んでこう言ったという。 「もし私が君を破っていなかったら、どうだったかね?
§21.4καί τὸν Ἀννίβαν, οὐκ ἂν, ὦ Σκηπίων,
φάναι,
τρίτον ἐμαυτόν, ἀλλὰ πρῶτον ἐποιούμην τῶν στρατηγῶν.
」するとハンニバルは言った。 「スキピオよ、その場合には私は自分を3番目ではなく、将軍たちの第1位に置いたであろう。
ταῦτα δὴ τοῦ Σκηπίωνος οἱ πολλοὶ θαυμάζοντες ἐκάκιζον τὸν Τίτον ὡς ἀλλοτρίῳ νεκρῷ προσενεγκόντα τὰς χεῖρας.
」スキピオのこれらの振る舞いを称賛する多くの人々は、ティトスが他人の獲物である死体に手を下したとして彼を非難した。
ἔνιοι δὲ ἦσαν οἱ τὸ πεπραγμένον ἐπαινοῦντες καί τὸν Ἀννίβαν, ἕως ἔζη, πῦρ ἡγούμενοι δεόμενον τοῦ ῥιπίζοντος·
しかし一方では、その行為を称賛し、ハンニバルは生きている限り、煽ぎ立てる風を必要としている火のような存在だとみなす人々もいた。
§21.5μηδὲ γὰρ ἀκμάζοντος αὐτοῦ τὸ σῶμα Ῥωμαίοις καί τὴν χεῖρα φοβεράν, ἀλλὰ τὴν δεινότητα καί τὴν ἐμπειρίαν γεγονέναι μετὰ τῆς ἐμφύτου πικρίας καί δυσμενείας, ὧν οὐδὲν ἀφαιρεῖν τὸ γῆρας,ʼ ἀλλʼ ὑπομένειν τὴν φύσιν ἐν τῷ ἤθει, τὴν δὲ τύχην οὐ διαμένειν ὁμοίαν, ἀλλὰ μεταπίπτουσαν ἐκκαλεῖσθαι ταῖς ἐλπίσι πρὸς τὰς ἐπιθέσεις τοὺς ἀεὶ τῷ μισεῖν πολεμοῦντας.
というのも、彼が全盛期にあったときでさえ、ローマ人にとって恐るべきだったのは彼の肉体やその手ではなく、その生来の執念深さと敵意を伴った彼の狡知と経験であったからである。 これらからは老いといえども何一つ奪い去ることはできず、その本性は性格の中に残り続けるが、運命は同じままでは留まらず、変化することによって、常に憎しみをもって戦う者たちを、新たな攻撃への希望へと誘い出すのである。
§21.6καί τὰ ὕστερά πως ἔτι μᾶλλον ἐμαρτύρησε τῷ Τίτῳ, τοῦτο μὲν Ἀριστόνικος ὁ τοῦ κιθαρῳδοῦ διὰ τὴν Εὐμενοῦς δόξαν ἐμπλήσας ἅπασαν ἀποστάσεων καί πολέμων τὴν Ἀσίαν, τοῦτο δὲ Μιθριδάτης μετὰ Σύλλαν καί Φιμβρίαν καί τοσοῦτον ὄλεθρον στρατευμάτων καὶ στρατηγῶν αὖθις ἐπὶ Λεύκολλον ἐκ γῆς ὁμοῦ καί θαλάττης ἀναστὰς τηλικοῦτος.
そして、後の出来事もある意味で、さらにティトスの正しさを証明することになった。 一つには、竪琴弾きの息子アリストニコスが、エウメネスの威光を笠に着て、全アジアを反乱と戦争で満たしたこと、もう一つには、ミトリダテスが、スッラやフィンブリア、そしてそれほど多くの軍隊や将軍たちの破滅の後にもかかわらず、再びルクッルスに対して、陸と海の両方からあれほど強大になって立ち上がったことである。
§21.7οὐ μὴν οὐδὲ Γαΐου Μαρίου ταπεινότερος Ἀννίβας ἔκειτο, τῷ μὲν γὰρ βασιλεὺς φίλος ὑπῆρχε καί βίος ἦν συνήθης καί διατριβαὶ περὶ ναῦς καί ἵππους καί στρατιωτῶν ἐπιμέλειαν τὰς δὲ Μαρίου τύχας Ῥωμαῖοι γελῶντες ἀλωμένου καί πτωχεύοντος ἐν Λιβύῃ μετὰ μικρὸν ἐν Ῥώμῃ σφαττόμενοι καὶ μαστιγούμενοι προσεκύνουν.
それにまた、ハンニバルはガイウス・マリウスよりも低い境遇にあったわけでもない。 というのも、彼には味方である王が存在し、普段通りの暮らしがあり、船や馬、兵士の世話をして過ごしていたのに対し、リビアを彷徨い、物乞いをしていたマリウスの境遇を笑っていたローマ人たちは、そのすぐ後、ローマにおいて自分たちが虐殺され鞭打たれながら彼を平伏して拝むことになったからである。
οὕτως οὐδὲν οὔτε μικρὸν οὔτε μέγα τῶν παρόντων πρὸς τὸ μέλλον ἐστίν, ἀλλὰ μία τοῦ μεταβάλλειν τελευτὴ καί τοῦ εἶναι.
このように、現在の事物のうちには、小さいものであれ大きいものであれ、未来に対して確かなものは何もなく、ただ変化することと存在することの終わりだけが一つなのである。
§21.8διὸ καί φασιν ἔνιοι Τίτον οὐκ ἀφʼ ἑαυτοῦ ταῦτα πρᾶξαι, πεμφθῆναι δὲ πρεσβευτὴν μετὰ Λευκίου Σκηπίωνος, οὐδὲν ἄλλο τῆς πρεσβείας ἐχούσης ἔργον ἢ τὸν Ἀννίβου θάνατον.
それゆえ、ある人々が言うには、ティトスはこれを自分自身の発案で行ったのではなく、ルキウス・スキピオとともに使節として派遣されたのであり、その使節団の任務はハンニバルの死以外に何もなかったという。
ἐπεὶ δὲ οὐδεμίαν ἔτι τούτων κατόπιν οὔτε πολιτικὴν τοῦ Τίτου πρᾶξιν οὔτε πολεμικὴν ἱστορήκαμεν, ἀλλὰ καί τελευτῆς ἔτυχεν εἰρηνικῆς, ὥρα τὴν σύγκρισιν ἐπισκοπεῖν.
これら(の出来事)の後には、ティトスのいかなる政治的あるいは軍事的な活動も記録されておらず、彼が平穏な死を迎えたのであるから、いまや比較を考察すべき時である。