Humanitext Reader

普鲁塔克 · 弗拉米尼努斯传 §1.1-1.4

弗拉米尼努斯的人品与早期军旅生涯

第 1 段,共 21 段 · 希腊语

内容简介

描述了提图斯·昆克蒂乌斯·弗拉米尼努斯的外貌与性格特征,并叙述了他年轻时在汉尼拔战争中的军旅生涯,以及他在塔兰托和新殖民地的民政与军事治理中所取得的声望。

§1.1ὃν δὲ παραβάλλομεν αὐτῷ, Τίτος Κοΐντιος Φλαμινῖνος, ἰδέαν μὲν ὁποῖος ἦν πάρεστι θεάσασθαι τοῖς βουλομένοις ἀπὸ τῆς ἐν Ῥώμῃ χαλκῆς εἰκόνος, ἣ κεῖται παρὰ τὸν μέγαν Ἀπόλλωνα τὸν ἐκ Καρχηδόνος ἀντικρὺ τοῦ ἱπποδρόμου, γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένη, τὸ δὲ ἦθος ὀξὺς λέγεται γενέσθαι καὶ πρὸς ὀργὴν καὶ πρὸς χάριν.
我们用来与他作对比的人,提图斯·昆克蒂乌斯· 弗拉米尼努斯,他在外貌上是什么样的人,凡是渴望了解的人,都可以从他在罗马的青铜雕像中看到。 这尊雕像矗立在大竞技场对面、来自迦太基的伟大的阿波罗像旁,上面刻有希腊文字。 但据说,在性格方面,不论是发怒还是施恩,他都是个急躁的人。
§1.2οὐ μὴν ὁμοίως, ἀλλʼ ἐλαφρὸς μὲν ἐν τῷ κολάζειν καὶ οὐκ ἐπίμονος, πρὸς δὲ τὰς χάριτας τελεσιουργός καὶ τοῖς εὐεργετηθεῖσι διὰ παντὸς ὥσπερ εὐεργέταις εὔνους, καὶ πρόθυμος, ὡς κάλλιστα τῶν κτημάτων, τοὺς ἐν πεπονθότας ὑπʼ αὐτοῦ περιέπειν ἀεὶ καὶ σῴζειν.
然而,他在这两方面并非同样对待,相反,他在惩罚时十分宽容,不予深究;而在施恩时则工于成效,对于接受他恩惠的人,他终生都表现出善意,视之如同自己的施恩者,并热切地照料和保护那些接受过他帮助的人,将他们视为自己最美丽的财产。
φιλοτιμότατος δὲ καὶ φιλοδοξότατος ὢν ἐβούλετο τῶν ἀρίστων καὶ μεγίστων πράξεων αὐτουργὸς εἶναι, καὶ τοῖς δεομένοις εὖ παθεῖν μᾶλλον ἢ τοῖς εὖ ποιῆσαι δυναμένοις ἔχαιρε, τοὺς μὲν ὕλην τῆς ἀρετῆς, τοὺς δὲ ὥσπερ ἀντιπάλους πρὸς δόξαν ἡγούμενος.
由于他极有抱负、极好名声,他希望自己能成为最优秀、最伟大功绩的亲历者,相比于那些有能力施予恩惠的人,他更乐于和那些需要接受恩惠的人交往,因为他把前者视为展现美德的素材,而把后者视为争夺名誉的竞争对手。
§1.3παιδευθεὶς δὲ παιδείαν τὴν διὰ τῶν ἐθῶν τῶν στρατιωτικῶν, πολλοὺς τότε καὶ μεγάλους τῆς Ῥώμης ἀγωνιζομένης ἀγῶνας καὶ τῶν νέων εὐθὺς ἐξ ἀρχῆς ἐν τῷ στρατεύεσθαι στρατηγεῖν διδασκομένων, πρῶτον μὲν ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ χιλίαρχος ὑπατεύοντι Μαρκέλλῳ συνεστρατεύσατο.
他接受了军事习俗所带来的教育。 当时罗马正经历着许多重大的斗争,年轻人们从一开始就在服兵役的过程中学习如何担任统帅。 因此,在与汉尼拔的战争中,他首先在担任执政官的马尔凯鲁斯麾下担任千人队长,共同出征。
§1.4καὶ Μάρκελλος μὲν ἐνέδρᾳ περιπεσὼν ἐτελεύτησε, Τίτος δὲ τῆς περὶ Τάραντα χώρας καὶ Τάραντος αὐτοῦ τὸ δεύτερον ἡλωκότος ἔπαρχος ἀποδειχθείς εὐδοκίμησεν οὐχ ἧττον ἐπὶ τοῖς δικαίοις ἢ κατὰ τὴν στρατείαν.
马尔凯鲁斯因陷入埋伏而丧生,而提图斯则被任命为塔兰托及其周边地区的总督(当时该城已是第二次被攻占),他因公正的治理而赢得的名声,不亚于他在军事行动中建立的功勋。
διὸ καὶ πεμπομένων ἀποίκων εἰς δύο πόλεις, Νάρνειάν τε καὶ Κῶνσαν, ἄρχων ᾑρέθη καὶ οἰκιστής.
因此,当向纳尔尼亚和科萨这两座城市派遣殖民者时,他也被选为领导者和建城者。

词汇与语法注释

  1. §1.1ὃν δὲ παραβάλλομεν αὐτῷ — 句首的关系代词 ὃν 的先行词是主句的主语 Τίτος Κοΐντιος Φλαμινῖνος。这种结构属于提前(prolepsis),在语义上作为 παραβάλλομεν 的宾语(宾格),但在结构上置于主句主语之前,起到引导全句和连接上下文的作用。
  2. §1.1ἰδέαν — 关系(或限定)宾格,表示“在外观、容貌方面”。
  3. §1.2τοὺς μὲν ὕλην... τοὺς δὲ ὥσπερ ἀντιπάλους — 代词 τοὺς μὲν 指代前文中的 τοῖς δεομένοις εὖ παθεῖν(需要接受恩惠的人),而 τοὺς δὲ 指代 τοῖς εὖ ποιῆσαι δυναμένοις(有能力施予恩惠的人)。这些词在上一句中为与格,此处作为分词 ἡγούμενος(认为)的直接宾语而转为宾格。
  4. §1.3τῆς Ῥώμης ἀγωνιζομένης... τῶν νέων... διδασκομένων — 结构 τῆς Ῥώμης ἀγωνιζομένης 与 τῶν νέων... διδασκομένων 均为现在分词的属格独立结构,用作主句谓语动词 συνεστρατεύσατο 的背景或原因状语。

引用这一段

普鲁塔克, 弗拉米尼努斯传 §1.1-1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:1.1-1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。