Humanitext Reader

普鲁塔克 · 提摩莱隆与埃米利乌斯·保卢斯比较列传 §2.1-2.12

德行廉洁与面对逆境态度的比较

第 2 段,共 2 段 · 希腊语

内容简介

作者对比了埃米利乌斯与提摩莱昂的德行、自制力以及面对逆境时的韧性,通过将提摩莱昂的处境和情感反应进行对照,赞扬了埃米利乌斯对法律的服从以及在不幸面前表现出的不屈态度。

§2.1καθαρῶν οὖν καὶ δικαίων ἐν τοῖς πράγμασιν ἀμφοτέρων γεγονότων, Αἰμίλιος μὲν ὑπὸ τῶν νόμων καὶ τῆς πατρίδος οὕτως ἔοικεν εὐθὺς ἀφικέσθαι παρεσκευασμένος, Τιμολέων δὲ τοιοῦτον αὐτὸς ἑαυτὸν παρέσχε.
因此,既然两人在行动中都显得廉洁而公正,埃米利乌斯似乎一开始就被法律和他的祖国塑造得如此,而提摩莱昂则是通过自己的努力使自己成为这样的人。
§2.2τούτου τεκμήριον ὅτι Ῥωμαῖοι μὲν ὁμαλῶς ἐν τῷ τότε χρόνῳ πάντες ἦσαν εὔτακτοι καὶ ὑποχείριοι τοῖς ἐθισμοῖς καὶ τοὺς νόμους δεδιότες καὶ τοὺς πολίτας, Ἑλλήνων δὲ οὐδεὶς ἡγεμών ἐστιν οὐδὲ στρατηγός ὃς οὐ διεφθάρη τότε Σικελίας ἁψάμενος ἔξω Δίωνος.
这方面的证据是,当时的罗马人无一例外都守纪律、顺从习俗,敬畏法律和公民同胞;而在希腊人中,当时除了狄翁之外,没有一个领导者或将军在涉足西西里时不走向堕落。
§2.3καίτοι Δίωνα πολλοὶ μοναρχίας ὀρέγεσθαι καὶ βασιλείαν τινὰ Λακωνικὴν ὀνειροπολεῖν ὑπενόουν.
然而,许多人甚至怀疑狄翁渴望独裁,并梦想着某种斯巴达式的王政。
§2.4Τίμαιος δὲ καὶ Γύλιππον ἀκλεῶς φησι καὶ ἀτίμως ἀποπέμψαι Συρακουσίους, φιλοπλουτίαν αὑτοῦ καὶ ἀπληστίαν ἐν τῇ στρατηγίᾳ κατεγνωκότας.
蒂迈欧也说,叙拉古人以不光彩且无礼的方式遣走了吉利普斯,因为他们在他的将领任期中判定他犯有爱财和贪婪之罪。
§2.5ἃ δὲ Φάραξ ὁ Σπαρτιάτης καὶ Κάλλιππος. ὁ Ἀθηναῖος ἐλπίσαντες ἄρξειν Σικελίας παρενόμησαν καὶ παρεσπόνδησαν, ὑπὸ πολλῶν ἀναγέγραπται.
至于斯巴达人法拉克斯和雅典人卡利普斯因期冀统治西西里而犯下的不法和背信弃义的行为,已被许多人记录在册。
§2.6καίτοι τίνες ἢ πηλίκων κύριοι πραγμάτων ὄντες οὗτοι τοιαῦτα ἤλπισαν;
然而,这些人是什么样的人,或者掌握了多么重大的事务,竟然抱有这样的期望?
ὧν ὁ μὲν ἐκπεπτωκότα Συρακουσῶν ἐθεράπευε Διονύσιον, Κάλλιππος δὲ εἷς ἦν τῶν περὶ Δίωνα ξεναγῶν.
他们中的一个在狄奥尼修斯被逐出叙拉古后向其献媚,而卡利普斯仅仅是狄翁手下的一名雇佣军首领。
§2.7ἀλλὰ Τιμολέων αἰτησαμένοις καὶ δεηθεῖσιν αὐτοκράτωρ πεμφθεὶς Συρακουσίοις, καὶ δύναμιν οὐ ζητεῖν ἀλλʼ ἔχειν ὀφείλων ἣν ἔλαβε βουλομένων καὶ διδόντων, πέρας ἐποιήσατο τῆς αὑτοῦ στρατηγίας καὶ ἀρχῆς τὴν τῶν παρανόμων ἀρχόντων κατάλυσιν.
但是提摩莱昂,是在叙拉古人的请求和恳求下被派去担任全权将军的,他本可以无需追求就保有那些由人们自愿赠予的权力,但他却将消灭那些不法统治者作为自己将领任期和权力的终点。
§2.8ἐκεῖνο μέντοι τοῦ Αἰμιλίου θαυμαστόν, ὅτι τηλικαύτην βασιλείαν καταστρεψάμενος οὐδὲ δραχμῇ μείζονα τὴν οὐσίαν ἐποίησεν, οὐδὲ εἶδεν οὐδὲ ἥψατο τῶν χρημάτων, καίτοι πολλὰ δοὺς ἑτέροις καὶ δωρησάμενος.
然而,埃米利乌斯有一点令人赞叹:尽管征服了如此庞大的王国,他没有让自己的财产增加哪怕一个德拉克马,也未曾看一眼或摸一下那些钱财,尽管他曾给别人许多,也馈赠了许多。
§2.9οὐ λέγω δὲ ὅτι Τιμολέων μεμπτός ἐστιν οἰκίαν τε καλὴν λαβὼν καὶ χωρίον· οὐ γὰρ τὸ λαβεῖν ἐκ τοιούτων αἰσχρόν, ἀλλὰ τὸ μὴ λαβεῖν κρεῖττον καὶ περιουσία τῆς ἀρετῆς, ἐν οἷς ἔξεστιν ἐπιδεικνυμένης τὸ μὴ δεόμενον·
我并非是说提摩莱昂因接受了一栋漂亮的房子和土地而应受指责;因为从这些来源接受馈赠并不丢脸,但拒绝接受则更为优越,这是在获准接受时表现出无需金钱的卓越德行的充裕之举。
§2.10ἐπεὶ δέ, ὡς σώματος ῥῖγος ἢ θάλπος φέρειν δυναμένου τὸ πρὸς ἀμφοτέρας εὖ πεφυκὸς ὁμοῦ τὰς μεταβολὰς ῥωμαλεώτερον, οὕτω ψυχῆς ἄκρατος εὐρωστία καὶ ἰσχύς, ἣν οὔτε τὸ εὐτυχεῖν ὕβρει θρύπτει καὶ ἀνίησιν οὔτε συμφοραὶ ταπεινοῦσι, φαίνεται τελειότερος ὁ Αἰμίλιος, ἐν χαλεπῇ τύχῃ καὶ πάθει μεγάλῳ τῷ περὶ τοὺς παῖδας οὐδέν τι μικρότερος οὐδὲ ἀσεμνότερος ἢ διὰ τῶν εὐτυχημάτων ὁραθείς·
但是,正如能够忍受寒冷或炎热的身体在同时适应这两种变化时显得更加强健一样,灵魂若是具有纯粹的活力和力量,既不会因好运而骄奢淫逸,也不会因不幸而自暴自弃;因此,埃米利乌斯显得更为完美,因为他在面对残酷的命运和失去孩子的巨大悲痛时,与他在成功中所展现出的形象相比,没有丝毫的退缩或尊严的丧失。
§2.11Τιμολέων δὲ γενναῖα πράξας περὶ τὸν ἀδελφὸν οὐκ ἀντέσχε τῷ λογισμῷ πρὸς τὸ πάθος, ἀλλὰ μετανοίᾳ καὶ λύπῃ ταπεινωθεὶς ἐτῶν εἴκοσι τὸ βῆμα καὶ τὴν ἀγορὰν ἰδεῖν οὐχ ὑπέμεινε.
相反,提摩莱昂虽然在对待兄长的事情上做出了高尚的举动,却无法用理性来抵御悲痛,反而因悔恨和悲哀而意志消沉,以至于二十年间不忍面对讲坛和集市。
§2.12δεῖ δὲ τὰ αἰσχρὰ φεύγειν καὶ αἰδεῖσθαι, τὸ δὲ πρὸς πᾶσαν ἀδοξίαν εὐλαβὲς ἐπιεικοῦς μὲν ἤθους καὶ ἁπαλοῦ, μέγεθος δὲ οὐκ ἔχοντος.
人固然应当规避并羞于做可耻之事,但对所有的恶名都过分小心翼翼,虽然体现了一种温和而敏感的性格,却缺乏伟大之气度。

词汇与语法注释

  1. §2.1καθαρῶν οὖν καὶ δικαίων ἐν τοῖς πράγμασιν ἀμφοτέρων γεγονότων — 属格独立结构,在上下文中起原因状语作用(“因为两人都…”)。
  2. §2.10ἐπεὶ δέ — 引导一个长句。该句以比喻(ὡς...)开始,引向主句的主语和谓语(φαίνεται τελειότερος ὁ Αἰμίλιος)。末尾的分词 ὁραθείς 修饰主语 ὁ Αἰμίλιος。
  3. §2.11γενναῖα πράξας περὶ τὸν ἀδελφὸν — 分词短语具有让步语气(“尽管他在关于其兄长的事上做出了高尚的行为”),与主句动词 οὐκ ἀντέσχε(“未能承受”)形成鲜明对比。

引用这一段

普鲁塔克, 提摩莱隆与埃米利乌斯·保卢斯比较列传 §2.1-2.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg020.humanitext-grc2:2.1-2.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。