§1.1τοιούτων δὲ τῶν κατὰ τὴν ἱστορίαν ὄντων, δῆλον ὡς οὐκ ἔχει πολλὰς διαφορὰς οὐδὲ ἀνομοιότητας ἡ σύγκρισις.
既然历史中的事实是这样的,显然,两者的比较并没有许多差异或不同之处。
§1.2οἵ τε γὰρ πόλεμοι πρὸς ἐνδόξους γεγόνασιν ἀμφοτέροις ἀνταγωνιστάς, τῷ μὲν Μακεδόνας, τῷ δὲ Καρχηδονίους, αἵ τε νῖκαι περιβόητοι, τοῦ μὲν ἑλόντος Μακεδονίαν καὶ τὴν ἀπʼ Ἀντιγόνου διαδοχὴν ἐν ἑβδόμῳ βασιλεῖ καταπαύσαντος, τοῦ δὲ τὰς τυραννίδας πάσας ἀνελόντος ἐκ Σικελίας καὶ τὴν νῆσον ἐλευθερώσαντος·
因为双方的战争都是针对著名的对手进行的,一方是对马其顿人,另一方是对迦太基人;他们的胜利也是举世瞩目的,其中一攻占了马其顿并将源自安提柯的王位继承在第七代国王处终结,而另一方则从西西里铲除了所有的僭主统治,使该岛获得了自由。
§1.3εἰ μὴ νὴ Δία βούλοιτό τις παρεγχειρεῖν ὡς Αἰμίλιος μὲν ἐρρωμένῳ Περσεῖ καὶ Ῥωμαίους νενικηκότι, Τιμολέων δὲ Διονυσίῳ παντάπασιν ἀπειρηκότι καὶ κατατετριμμένῳ συνέπεσε, §1.4καὶ πάλιν ὑπὲρ Τιμολέοντος, ὅτι πολλοὺς μὲν τυράννους, μεγάλην δὲ τὴν Καρχηδονίων δύναμιν ἀπὸ τῆς τυχούσης στρατιᾶς ἐνίκησεν, οὐχ ὥσπερ Αἰμίλιος ἀνδράσιν ἐμπειροπολέμοις καὶ μεμαθηκόσιν ἄρχεσθαι χρώμενος, ἀλλὰ μισθοφόροις οὖσι καὶ στρατιώταις ἀτάκτοις, πρὸς ἡδονὴν εἰθισμένοις στρατεύεσθαι.
除非,凭着宙斯起誓,有人想要提出异议,指出埃米利乌斯所面对的是处于全盛状态且曾击败过罗马人的珀尔修斯,而提摩莱昂所遇到的则是完全精疲力竭、委靡不振的狄奥尼修斯,或者是反过来为提摩莱昂辩护,说他凭借一支临时凑集的军队击败了许多僭主和强大的迦太基军队,他并不像埃米利乌斯那样使用久经沙场且学会服从的士兵,而是使用雇佣兵和无纪律的士兵,这些人习惯于只为享乐而服役。
§1.5τὰ γὰρ ἀπʼ οὐκ ἴσης παρασκευῆς ἴσα κατορθώματα τῷ στρατηγῷ τὴν αἰτίαν περιτίθησι.
因为,从不平等的准备中获得平等的成就,会将功劳归于将军。