Humanitext Reader

普鲁塔克 · 努马传 §1.1-1.4

关于努马年代及其与毕达哥拉斯关系的争议

第 1 段,共 22 段 · 希腊语

内容简介

作者讨论了关于国王努马在位年代的争议,并分析了关于他与毕达哥拉斯之间关系的历史矛盾及记录的可信度。

§1.1ἔστι δὲ καὶ περὶ τῶν Νομᾶ τοῦ βασιλέως χρόνων, καθʼ οὓς γέγονε, νεανικὴ διαφορά, καίπερ ἐξ ἀρχῆς εἰς τοῦτον κατάγεσθαι τῶν στεμμάτων ἀκριβῶς δοκούντων.
关于国王努马的时代以及他所生存的时期,也存在着激烈的争论,尽管从一开始,系谱似乎就可以精确地追溯到他。
ἀλλὰ Κλώδιός τις ἐν ἐλέγχῳ χρόνων οὕτω γάρ πως ἐπιγέγραπται τὸ βιβλίον ἰσχυρίζεται τὰς μὲν ἀρχαίας ἐκείνας ἀναγραφὰς ἐν τοῖς Κελτικοῖς πάθεσι τῆς πόλεως ἠφανίσθαι, τὰς δὲ νῦν φαινομένας οὐκ ἀληθῶς συγκεῖσθαι διʼ ἀνδρῶν χαριζομένων τισὶν εἰς τὰ πρῶτα γένη καὶ τοὺς ἐπιφανεστάτους οἴκους ἐξ οὐ προσηκόντων εἰσβιαζομένοις.
然而,某个名为克洛狄乌斯的人在《时代之检证》中——因为该书大致是这样题名的——坚称,那些古代的记录已在城市遭受凯尔特人的灾难时消失了,而现在所见到的那些记录,乃是某些人为了巴结那些毫无血统关联却硬要挤入第一等氏族和最显赫家族的人,而虚假地编纂出来的。
§1.2λεγομένου δὲ οὖν ὡς Νομᾶς γένοιτο Πυθαγόρου συνήθης, οἱ μὲν ὅλως ἀξιοῦσι μηδὲν Ἑλληνικῆς παιδεύσεως Νομᾷ μετεῖναι, καθάπερ ἢ φύσει δυνατὸν καὶ αὐτάρκη γενέσθαι πρὸς ἀρετὴν ἢ βελτίονι Πυθαγόρου βαρβάρῳ τινὶ τὴν τοῦ βασιλέως ἀποδοῦναι παίδευσιν οἱ δὲ Πυθαγόραν μὲν ὀψὲ γενέσθαι, τῶν Νομᾶ χρόνων ὁμοῦ τι πέντε γενεαῖς ἀπολειπόμενον,
既然有人说努马是毕达哥拉斯的熟人,一方面有人完全认为努马与希腊的教化毫无关系,仿佛他要么是天生就具备追求美德的能力且能自足,要么是将国王的教化归功于某个比毕达哥拉斯更优秀的外邦人;另一方面,也有人认为毕达哥拉斯生得太晚,距离努马的时代大约差了五代。
§1.3Πυθαγόρου δὲ τὸν Σπαρτιάτην Ὀλύμπια νενικηκότα στάδιον ἐπὶ τῆς ἑκκαιδεκάτης Ὀλυμπιάδος, ἧς ἔτει τρίτῳ Νομᾶς εἰς τὴν βασιλείαν κατέστη, πλανηθέντα περὶ τὴν Ἰταλίαν συγγενέσθαι τῷ Νομᾷ καὶ συνδιακοσμῆσαι τὴν πολιτείαν, ὅθεν οὐκ ὀλίγα τοῖς Ῥωμαϊκοῖς ἐπιτηδεύμασι τῶν Λακωνικῶν ἀναμεμῖχθαι Πυθαγόρου διδάξαντος, ἄλλως δὲ Νομᾶς γένος μὲν ἦν ἐκ Σαβίνων, Σαβῖνοι δὲ βούλονται Λακεδαιμονίων ἑαυτοὺς ἀποίκους γεγονέναι.
但他们说,在第十六届奥林匹克运动会(其第三年努马即位为王)上获得短跑冠军的斯巴达人毕达哥拉斯,在意大利一带漫游时与努马结交,并共同规划了国家体制,因此,由于毕达哥拉斯的教导,罗马人的习俗中融入了不少拉栖代梦人的做法。 此外,努马在族源上属于萨宾人,而萨宾人自认为自己是拉栖代梦人的殖民者。
§1.4τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι, καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον, ἀπʼ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν ἃ δὲ παρειλήφαμεν ἡμεῖς ἄξια λόγου περὶ Νομᾶ, διέξιμεν ἀρχὴν οἰκείαν λαβόντες.
因此,精确考证这些年代是困难的,尤其是那些从奥林匹克优胜者名录中推导出来的年代,据说那份名录是伊利斯的希皮亚斯很晚才公布出来的,并非基于任何具有必然可信度的根据。 不过,对于我们所继承的关于努马的那些值得叙述的事迹,我们将从一个合适的起点开始,予以详细阐述。

词汇与语法注释

  1. §1.1καίπερ ἐξ ἀρχῆς εἰς τοῦτον κατάγεσθαι τῶν στεμμάτων ἀκριβῶς δοκούντων — 分词 `δοκούντων` 与 `καίπερ` 连用表示让步(“尽管……”),并与其逻辑主语 `τῶν στεμμάτων` 构成属格绝对结构。`κατάγεσθαι` 作 `δοκούντων` 的补充不定式。
  2. §1.1εἰσβιαζομένοις — 现在分词与格复数,修饰前行的与格代词 `τισὶν`(形容词性用法)。整个短语作为分词 `χαριζομένων`(迎合……)的与格宾语。
  3. §1.2λεγομένου δὲ οὖν ὡς Νομᾶς γένοιτο — 非人称属格绝对结构,其中 `ὡς` 引导的从句(“关于努马是……”)实际上充当主语。
  4. §1.3Πυθαγόρου δὲ τὸν Σπαρτιάτην — 虽然抄本写为属格 `Πυθαγόρου`,但由于它是后续不定式 `συγγενέσθαι` 的逻辑主语,因此在语法上应按宾格 `Πυθαγόραν`(斯巴达人毕达哥拉斯)来理解。
  5. §1.4ὧν τὴν ἀναγραφὴν — 关系代词 `ὧν` 的先行词是前句中的 `τῶν Ὀλυμπιονικῶν`(奥林匹克优胜者),在此指代“他们的名录”。

引用这一段

普鲁塔克, 努马传 §1.1-1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:1.1-1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。