Humanitext Reader

欧里庇得斯 · 瑞索斯 §1-96

希腊军营异动报告与赫克托耳备战

第 1 段,共 11 段 · 希腊语

内容简介

特洛伊哨兵在深夜唤醒赫克托耳,报告希腊军营燃起火把并陷入混乱。赫克托耳认为敌人企图逃跑,急欲发起追击,但歌队劝其审慎,此时埃涅阿斯赶来询问情况。

§1— Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
— 前往赫克托耳的营帐。
§2τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
国王的侍卫或披甲兵中,有谁不眠守夜?
§3ἢ τευχοφόρων;
或者是那些带甲之士?
§4— δέξαιτο νέων κληδόνα μύθων, §5οἳ τετράμοιρον νυκτὸς φυλακὴν §6πάσης στρατιᾶς προκάθηνται.
— 让他听取新近传来的口信,他们为全军分作四班,在全军最前方守卫夜哨。
§7— ὄρθου κεφαλὴν πῆχυν ἐρείσας, §8λῦσον βλεφάρων γοργωπὸν ἕδραν, §9λεῖπε χαμεύνας φυλλοστρώτους, §10Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.
— 撑起手肘,抬起你的头,驱散眼睑上沉重的睡意,离开铺满落叶的草床,赫克托耳,因为此时正当倾听。
§11τίς ὅδʼ;
这是谁?
ἦ φίλιος φθόγγος·
确是友好的声音。
τίς ἀνήρ;
是什么人?
§12τί τὸ σῆμα;
口令是什么?
θρόει·
快说。
§13τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας §14κοίτας πλάθουσʼ;
谁人在夜色中向着我们的宿营逼近?
ἐνέπειν χρή.
必须说个明白。
§15φύλακες στρατιᾶς.
全军的哨兵。
§15bτί φέρῃ θορύβῳ;
为何如此慌张而来?
§16θάρσει.
请放心。
§16bθαρσῶ.
我很放心。
§17μῶν τις λόχος ἐκ νυκτῶν;
难道夜里有什么伏兵吗?
§17cτί σὺ γὰρ §18φυλακὰς προλιπὼν κινεῖς στρατιάν, §19εἰ μή τινʼ ἔχων νυκτηγορίαν;
你既然若非有什么夜间的消息,又何必擅离哨位、惊扰大军?
§20οὐκ οἶσθα δορὸς πέλας Ἀργείου §21νυχίαν ἡμᾶς §22κοίταν πανόπλους κατέχοντας;
难道你不知在阿耳戈斯人的矛头附近,我们正整装坚守着这夜间的宿营吗?
§23— ὁπλίζου χέρα·
— 拿起武器吧!
συμμάχων, §24Ἕκτορ, βᾶθι πρὸς εὐνάς, §25ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
赫克托耳,快去盟友的营帐,催促他们执矛,唤醒他们。
§26— πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον, §27ἁρμόσατε ψαλίοις ἵππους.
— 派友人前往你的营队,给战马套上缰绳。
§28— τίς εἶσʼ ἐπὶ Πανθοΐδαν, §29ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
— 谁去潘托奥斯之子那里,或是去欧罗巴之子、吕基亚人的领袖那里?
§30— ποῦ σφαγίων ἔφοροι;
— 祭牲的监察官在哪里?
§31— ποῦ δὲ γυμνήτων μόναρχοι §32τοξοφόροι τε Φρυγῶν;
— 轻装兵的指挥官以及弗里吉亚的弓箭手又在哪里?
§33— ζεύγνυτε κερόδετα τόξα νευραῖς.
— 将角弓系上弓弦。
§34τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν, §35τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.
你所报告的事,一方面听来令人惊恐,另一方面又令人鼓舞,却毫无明确之处。
§36ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ §37μάστιγι φοβῇ;
难道你是被克罗诺斯之子潘的神鞭吓破了胆?
§38τί θροεῖς;
你在说什么?
τί σε φῶ §39νέον ἀγγέλλειν;
我该说你报告了什么新消息?
πολλὰ γὰρ εἰπὼν §40οὐδὲν τρανῶς ἀπέδειξας.
因为你虽然说了许多,却未曾阐明一事。
§41— πύρʼ αἴθει στρατὸς Ἀργόλας, §42Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν, §43διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
— 阿耳戈斯的军队正在燃起烈火,赫克托耳,在整夜的黑暗中,船只停泊之处已被熊熊火光照亮。
§44πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς §45ἐννύχιος θορύβῳ σκηνάν, §46νέαν τινʼ ἐφιέμενοι §47βάξιν.
敌军全体已在夜色中喧嚣着涌向阿伽门农的营帐,似乎在渴求某种新的指示。
οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη §48ναυσιπόρος στρατιά.
因为那渡海而来的军队从未像先前那样惊慌。
§49σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον, §50ἤλυθον ἄγγελος, ὡς §51μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.
我因疑虑未来之事,特来向你禀报,好叫你永远无法对我发出责备。
§52ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον· §53ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ §54λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν §55μέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία.
你来得正是时候,虽然你带来的是惊恐的消息;因为那些人企图在这片土地上,趁夜摇橹避开我的耳目逃之夭夭;夜间的火光正合我意。
§56ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισας
噢,神明啊!
§57θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν §58σύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί.
你在我得胜之时,将阿耳戈斯的军队从我口中夺走,犹如夺走狮子的猎物,在我用这支矛将他们一网打尽、彻底消灭之前。
§59εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου §60λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ, §61πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν §62κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
若非太阳那明亮的灯火收束,我绝不会按兵不动,在烧毁敌船、穿过营帐、用我这双沾满鲜血的手杀尽阿开亚人之前。
§63κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ §64ἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ· §65ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες §66μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος §67κἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν.
我原本急欲在夜间发起猛攻,利用神赐予的吉兆之势;但那些聪明且洞悉天机的预言者们说服了我,让我等待白昼的光芒,好在陆地上不留下任何一个阿开亚人。
§68οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων §69βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
然而敌人并不等待我那些祭司的旨意;在黑暗中,逃跑者力量倍增。
§70ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ §71τεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου, §72ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι §73νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ, §74οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοι §75Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.
但我们必须尽快下令给军队,拿起手头的兵刃,从梦中惊醒,好教他们中的一些人在跃上船只时,背部被刺伤,用鲜血染红梯子,而其余的人,则被绳索捆绑俘虏,从此学会耕作弗里吉亚的农田。
§76Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον· §77ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.
赫克托耳,在弄清实情之前,你操之过急了;因为我们并不确切知道那些人是否真的在逃跑。
§78τίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν;
毕竟,阿耳戈斯军队点火的理由是什么?
§79οὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῇ φρενί.
我不知道,但这在我的心里极其可疑。
§80πάντʼ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.
要知道,对此心存畏惧,防范一切。
§81οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.
敌人以前从未点燃过如此耀眼的光芒。
§82οὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.
在兵败如山倒的惨败中,他们也从未输得如此耻辱。
§83σὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.
这是你的功绩;而现在,且看接下来该当如何。
§84ἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
对付敌人,最简单的训示便是:拿起武器。
§85καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς §86στείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι.
看啊,埃涅阿斯正急匆匆地走来,显然有什么新情况要向朋友们说明。
§87Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν §88τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ §89νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;
赫克托耳,为何夜里的哨兵在大军中惊慌地来到你的营帐前夜话,而大军也随之动荡不安?
§90Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.
埃涅阿斯,快用铠甲护住你的身体。
§91τί δʼ ἔστι;
出了什么事?
μῶν τις πολεμίων ἀγγέλλεται §92δόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην;
难道是敌人那阴险诡计被传闻在夜里布下?
§93φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.
那些家伙正在逃跑,登上了船只。
§94τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;
你能说出什么可靠的证据来证明此事?
§95αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός· §96καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
他们整夜都在点燃熊熊的火把;在我看来,他们不会逗留到明天。

词汇与语法注释

  1. §5οἳ τετράμοιρον νυκτὸς φυλακὴν πάσης στρατιᾶς προκάθηνται — 关系代名词 οἳ 的先行词是第4节中带来消息的哨兵们。动词 προκάθηνται 携带宾格 φυλακὴν 作为同族宾格(或表示范围的宾格,意为“值守守卫”)。πάσης στρατιᾶς 是属格,修饰 φυλακὴν,意为“全军的守卫”。
  2. §19εἰ μή τινʼ ἔχων νυκτηγορίαν — εἰ μή(除非、若非)修饰分词 ἔχων,形成一个省略的条件句,意为“除非你有什么夜间报告”。它修饰主句的动作 κινεῖς(你惊扰)。
  3. §54λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν μέλλουσι — 动词 μέλλουσι(正企图)支配将来时不定式 ἀρεῖσθαι(源自 αἴρω 的中动相,在此与 φυγὴν 连用表示“起逃跑之势”或“企图逃走”)。分词 λαθόντες(源自 λανθάνω)支配宾格 ὄμμα τοὐμὸν,意为“避开我的眼目”。
  4. §60οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ — οὔτἂν 是 οὔτε 和 ἂν 的合音(crasis)。它与第59节中 εἰ... μὴ ξυνέσχον 开始的过去事实相反条件句相呼应,构成了结论句(过去直说式加 ἂν),意为“我绝不会收回(按兵不动)得胜之矛”。ἔσχον 是 ἔχω 的第二不定过去时,在此意为“克制”或“停下”。
  5. §72ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ — ὡς ἄν 引导一个带虚拟式 ῥάνῃ(源自 ῥαίνω,“染红、喷洒”的第一不定过去时虚拟式)的目的从句,意为“好教……”。νεὼς ἔπι 是介词后置(anastrophe/hyperbaton),介词 ἔπι 置于其支配的属格名词 νεὼς 之后,意为“跃上船只”。分词 θρῴσκων(跃上)与被动分词 χαραχθεὶς(背部被刺伤)修饰主语 τις。

引用这一段

欧里庇得斯, 瑞索斯 §1-96. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg019.humanitext-grc2:1-96

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。