Humanitext Reader

欧里庇得斯 · 在奥利斯的伊菲革涅亚 §1552-1629

伊菲革涅亚的消失与牝鹿替代

第 19 段,共 19 段 · 希腊语

内容简介

伊菲革涅亚甘愿走向祭坛,但在利刃落下的瞬间她消失了,取而代之的是一只牝鹿。阿伽门农向妻子告知女儿已被神明救走,促其回家,随后启程远征特洛伊。

§1552ἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι· §1553τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας §1554καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ §1555θῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶς §1556ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.
[传令]她这样说道:‘父亲,我来到了您的身边;如果这确是神谕,我甘愿献出我的身体,为了我的祖国,也为了整个希腊的大地,任由那些带我到女神祭坛前的人,前去献祭。
§1557καὶ τοὐπʼ ἔμʼ εὐτυχεῖτε· καὶ νικηφόρου §1558δώρου τύχοιτε πατρίδα τʼ ἐξίκοισθε γῆν.
至于我,祝你们幸运;愿你们获得胜利的恩赐,回到祖国的大地。
§1559πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ· §1560σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.
为此,阿尔戈斯人中谁也不要碰我;因为我将心怀勇气,默默地献出我的颈脖。
§1561τοσαῦτʼ ἔλεξε· πᾶς δʼ ἐθάμβησεν κλύων §1562εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.
’ 她说了这些话;听者无不惊叹于这少女的勇气和美德。
§1563στὰς δʼ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδʼ ἦν μέλον, §1564εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ· §1565Κάλχας δʼ ὁ μάντις ἐς κανοῦν χρυσήλατον §1566ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας §1567κολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης.
而职责在身的塔尔提奥斯站在众人中间,向军队宣告庄严的静默与肃静;预言家卡尔卡斯用手从鞘中拔出锐利的剑,放在金饰的筐子里,并在少女的头上戴上花冠。
§1568ὁ παῖς δʼ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς §1569λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θʼ ὁμοῦ, §1570ἔλεξε δʼ· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε, §1571τὸ λαμπρὸν εἱλίσσουσʼ ἐν εὐφρόνῃ φάος, §1572δέξαι τὸ θῦμα τόδʼ ὅ γέ σοι δωρούμεθα §1573στρατός τʼ Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θʼ ὁμοῦ, §1574ἄχραντον αἷμα καλλιπαρθένου δέρης, §1575καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα §1576Τροίας τε πέργαμʼ ἐξελεῖν ἡμᾶς δορί.
而佩琉斯之子端着筐子,绕着女神的祭坛走了一圈,同时洒下圣水,并说道:‘宙斯之女啊,猎兽者啊,在黑夜中旋转着璀璨光芒的神啊,请接纳我们——阿开亚人的军队和阿伽门农国王一同—— 向您奉献的这件祭品,这来自美丽少女颈部的无瑕之血;求您赐予我们船只平安的航行,让我们用长矛攻克特洛伊的城堡。
§1577ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων.
’ 阿特雷乌斯之子和全体军队都伫立着,目视地面。
§1578ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο, §1579λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν·
祭司执剑祈祷,审视着喉咙,看准该在哪里刺下去。
§1580ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί, §1581κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν.
而我的心中也涌起不小的悲痛,低头伫立;但突然之间,眼前出现了令人惊异的神迹。
§1582πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς, §1583τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.
因为每个人都分明听到了击打的声音,却谁也没看见那少女消失到了地上的何处。
§1584βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός, §1585ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος §1586φάσμʼ, οὗ γε μηδʼ ὁρωμένου πίστις παρῆν· §1587ἔλαφος γὰρ ἀσπαίρουσʼ ἔκειτʼ ἐπὶ χθονὶ §1588ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν, §1589ἧς αἵματι βωμὸς ἐραίνετʼ ἄρδην τῆς θεοῦ.
祭司大声惊呼,全体军队也随之高喊,因为他们看到了来自某位神明意想不到的神迹,那景象即便是亲眼目睹也令人难以置信;因为一只因垂死而挣扎的牝鹿躺在地上,看起来无比巨大,姿容非凡,它的鲜血将女神的祭坛完全浸染。
§1590κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη·
在此刻,卡尔卡斯欢欣鼓舞地——你想他有多高兴?
§1591Ὦ τοῦδʼ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ, §1592ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς §1593προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;
——说道: ‘这支阿开亚联军的领袖们啊,你们看见女神置于祭坛前的这件祭品,这只奔跑于山间的牝鹿了吗?
§1594ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται, §1595ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ.
比起那少女,她更乐于接纳这只牝鹿,以免用高贵的鲜血玷污自己的祭坛。
§1596ἡδέως τε τοῦτʼ ἐδέξατο, καὶ πλοῦν οὔριον §1597δίδωσιν ἡμῖν Ἰλίου τʼ ἐπιδρομάς.
她欣然接受了这件祭品,并赐予我们顺风的航程和对伊利翁的讨伐。
§1598πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης, §1599χώρει τε πρὸς ναῦν· ὡς ἡμέρᾳ τῇδε δεῖ §1600λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς §1601Αἴγαιον οἶδμα διαπερᾶν.
因此,每一个水手都要鼓起勇气,走向船只;因为就在今天,我们必须离开奥利斯幽深的港湾,渡过爱琴海的波涛。
§1601aἐπεὶ δʼ ἅπαν §1602κατηνθρακώθη θῦμʼ ἐν Ἡφαίστου φλογί, §1603τὰ πρόσφορʼ ηὔξαθʼ, ὡς τύχοι νόστου στρατός.
’ 当祭品全部在赫菲斯托斯的烈焰中化为灰烬,他便作了合宜的祈祷,愿军队能平安归国。
§1604πέμπει δʼ Ἀγαμέμνων μʼ ὥστε σοι φράσαι τάδε, §1605λέγειν θʼ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ §1606καὶ δόξαν ἔσχεν ἄφθιτον καθʼ Ἑλλάδα.
阿伽门农派我来向您说明这些,并告诉您她从神明那里获得了怎样的命运,以及她在整个希腊赢得了永恒不朽的光荣。
§1607ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμʼ ὁρῶν λέγω· §1608ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.
而我,作为在场并亲眼目睹此事的人向您陈述:您的孩子显然已飞升到了诸神身边。
§1609λύπης δʼ ἀφαίρει καὶ πόσει πάρες χόλον· §1610ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν, §1611σώζουσί θʼ οὓς φιλοῦσιν.
所以,请免去悲伤,消除对您丈夫的怨恨吧;神明的事对凡人来说是难以料想的,他们会拯救自己所爱的人。
ἦμαρ γὰρ τόδε §1612θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν.
因为今天这一天,既看见了您的女儿死去,也看见了她活着。
§1613ὡς ἥδομαί τοι ταῦτʼ ἀκούσασʼ ἀγγέλου·
[歌队]听到使者带来的这些话,我是多么高兴啊!
§1614ζῶν δʼ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.
他宣称您的孩子还活着,并留在诸神之中。
§1615ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας;
[克吕泰涅斯特拉]孩子,你成了哪位神明的窃夺之物?
§1616πῶς σε προσείπω;
我该如何称呼你?
πῶς δʼ οὐ φῶ §1617παραμυθεῖσθαι τούσδε μάτην μύθους, §1618ὥς σου πένθους λυγροῦ παυσαίμαν;
我又怎能不说这些故事不过是徒劳的安慰,好让我止住对你悲痛的哀悼?
§1619καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει, §1620τούσδʼ αὐτοὺς ἔχων σοι φράζειν μύθους.
[歌队]看啊,阿伽门农国王走来了,带着这同样的话语要告诉您。
§1621γύναι, θυγατρὸς ἕνεκʼ ὄλβιοι γενοίμεθʼ ἄν· §1622ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν.
[阿伽门农]妻子啊,就我们的女儿而言,我们可以是幸福的;因为她确实在神明中间常伴左右。
§1623χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ §1624στείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ.
你应该带上这个新生的小儿,回到家中去;因为军队已经把目光投向了航程。
§1625καὶ χαῖρε· χρόνια γε τἀμά σοι προσφθέγματα §1626Τροίηθεν ἔσται.
再见吧;我从特洛伊给你的问候将要在很久之后了。
καὶ γένοιτό σοι καλῶς.
愿你一切安好。
§1627χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν, §1628χαίρων δʼ ἐπάνηκε, §1629κάλλιστά μοι σκῦλʼ ἀπὸ Τροίας ἑλών.
[歌队]阿特雷乌斯之子啊,愿你欣然抵达弗里吉亚之地,并欣然归来,为我夺得特洛伊最美丽的战利品。

词汇与语法注释

  1. 1555ἄγοντας — 宾格现在分词 ἄγοντας 指代不特定的施动者(“带我走的人”),并作为不定式 θῦσαι 的逻辑主语。此处的 δίδωμι + 宾格 + 不定式 句型表示“我允许、任由他们带我去献祭”。
  2. 1582ᾔσθετʼ ἂν — 直陈式过去时 ᾔσθετο 加上 ἄν 表示过去的可能性或推测(“任何人都会听到、应该听到了”)。它从旁观者的视角强调了击打声在当时分明可闻的事实。
  3. 1590πῶς δοκεῖς — “你以为如何?”这一疑问短语作为插入语,惯用作表示程度的副词(意为“多么地、无法想象地”),用以强调卡尔卡斯那非同寻常的喜悦。
  4. 1615τοῦ — 疑问代名词 τίς 的属格(等于 τίνος)。它作为所有属格或来源属格,修饰名词 κλέμμα(“窃夺之物”),意为“你成了诸神中哪一位的窃夺之物?”。

引用这一段

欧里庇得斯, 在奥利斯的伊菲革涅亚 §1552-1629. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg018.humanitext-grc2:1552-1629

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。