Humanitext Reader

欧里庇得斯 · 俄瑞斯忒斯 §1609-1693

阿波罗显现与纷争平息

第 20 段,共 20 段 · 希腊语

内容简介

阿波罗突然显现并宣布神明旨意,透露海伦已被救起并升为女神,而俄瑞斯忒斯则须流亡并在雅典接受审判后迎娶赫耳弥俄涅,使所有冲突得以解决,全剧至此落幕。

§1609ἀλλὰ κτενεῖς μου θυγατέρα;
墨涅拉俄斯:但是你真的要杀我的女儿吗?
§1609bοὐ ψευδὴς ἔτʼ εἶ.
俄瑞斯忒斯:你现在不再受骗了。
§1610οἴμοι, τί δράσω;
墨涅拉俄斯:哀哉,我该怎么办?
§1610bπεῖθʼ ἐς Ἀργείους μολὼν — §1611πειθὼ τίνα;
俄瑞斯忒斯:去到阿耳戈斯人那里,去说服他们—— 墨涅拉俄斯:说服他们什么?
§1611bἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν.
俄瑞斯忒斯:让我们不至于死;去恳求城邦吧。
§1612ἢ παῖδά μου φονεύσετε;
墨涅拉俄斯:否则你们就要杀我的孩子吗?
§1612bὧδʼ ἔχει τάδε.
俄瑞斯忒斯:事情就是如此。
§1613ὦ τλῆμον Ἑλένη — §1613bτἀμὰ δʼ οὐχὶ τλήμονα;
墨涅拉俄斯:噢,可怜的海伦啊—— 俄瑞斯忒斯:难道我的遭遇就不凄惨吗?
§1614σὲ σφάγιον ἐκόμισʼ ἐκ Φρυγῶν — §1614bεἰ γὰρ τόδʼ ἦν.
墨涅拉俄斯:我把你当成祭品从弗里吉亚带回来—— 俄瑞斯忒斯:要是真是那样就好了。
§1615πόνους πονήσας μυρίους.
墨涅拉俄斯:经受了无数艰难。
§1615bπλήν γʼ εἰς ἐμέ.
俄瑞斯忒斯:至少对我来说,毫无益处。
§1616πέπονθα δεινά.
墨涅拉俄斯:我遭受了可怕的事。
§1616bτότε γὰρ ἦσθʼ ἀνωφελής.
俄瑞斯忒斯:因为那时你根本无济于事。
§1617ἔχεις με.
墨涅拉俄斯:你把我逼入绝境了。
§1617bσαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς.
俄瑞斯忒斯:是你自己因卑劣而自食其果。
§1618ἀλλʼ εἶʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε·
好了,伊拉克特拉,从下面放火烧了这座殿宇吧!
§1619σύ τʼ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε, §1620Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.
还有你,我最真挚的朋友,皮拉得斯,把这些墙上的屋檐烧毁。
§1621ὦ γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται,
墨涅拉俄斯:噢,达那俄斯人的土地啊,养育骏马的阿耳戈斯的居民们!
§1622οὐκ εἶʼ ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
你们难道不愿全副武装地赶来救援吗?
§1623πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν §1624ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
因为此人犯下了弑母流血的污秽罪行,却为求生存而向你们整座城邦施加暴行。
§1625Μενέλαε, παῦσαι λῆμʼ ἔχων τεθηγμένον· §1626Φοῖβός σʼ ὁ Λητοῦς παῖς ὅδʼ ἐγγὺς ὢν καλῶ· §1627σύ θʼ ὃς ξιφήρης τῇδʼ ἐφεδρεύεις κόρῃ, §1628Ὀρέσθʼ, ἵνʼ εἰδῇς οὓς φέρων ἥκω λόγους.
阿波罗:墨涅拉俄斯,平息你那尖锐的怒火吧;我是勒托之子福玻斯,正近在咫尺呼唤着你;还有你,手持利剑逼近这少女的人,俄瑞斯忒斯,听清我带来的这些神谕。
§1629Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν §1630ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος, §1633ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου §1634τοῦ σοῦ κελευσθεὶς ἥρπασʼ ἐκ Διὸς πατρός.
你曾急于消灭海伦,却因向墨涅拉俄斯发泄怒火而失手的那位海伦—— 我拯救了她;奉父神宙斯之命,我从你的利刃下将她夺走。
§1635Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών, §1636Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖς §1637σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
因为作为宙斯之女,她必须永生不死,并在高空的天幕中,与卡斯托耳和波吕丢克斯同座,成为航海者的救星。
§1638ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών, §1639ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι §1640Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον, §1641θανάτους τʼ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς §1642ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.
墨涅拉俄斯,你再去迎娶一位妻子带回家吧,因为神明以她的美貌将希腊人和弗里吉亚人聚集在一起,并降下死亡,以便从大地上排解凡人过剩数量的傲慢。
§1643τὰ μὲν καθʼ Ἑλένην ὧδʼ ἔχει· σὲ δʼ αὖ χρεών, §1644Ὀρέστα, γαίας τῆσδʼ ὑπερβαλόνθʼ ὅρους §1645Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον.
关于海伦的事就是这样;但你,俄瑞斯忒斯,则必须越过这片土地的国境,在帕拉西亚平原上居住满一整年。
§1646κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον §1647Ἀζᾶσιν Ἀρκάσιν τʼ Ὀρέστειον καλεῖν.
那个地方将以你的流亡命名,被阿扎尼亚人和阿耳卡狄亚人称为俄瑞斯忒翁。
§1648ἐνθένδε δʼ ἐλθὼν τὴν Ἀθηναίων πόλιν §1649δίκην ὑπόσχες αἵματος μητροκτόνου §1650Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς §1651πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην §1652ψῆφον διοίσουσʼ, ἔνθα νικῆσαί σε χρή.
从那里前往雅典人的城邦,在三位尤墨尼得斯面前,为杀害母亲的血案接受审判;神明作为审判的法官,在阿瑞奥帕戈斯投下最神圣的选票,你在那里必然获胜。
§1653ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ, §1654γῆμαι πέπρωταί σʼ Ἑρμιόνην· ὃς δʼ οἴεται §1655Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε.
俄瑞斯忒斯,你正用剑架在她脖子上的赫耳弥俄涅,你注定要与她结婚;而那个自以为涅俄普托勒摩斯,绝不可能娶她。
§1656θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει, §1657δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
因为他注定要死于德尔斐的利刃之下,当他因父亲阿喀琉斯之事向我讨回公道时。
§1658Πυλάδῃ δʼ ἀδελφῆς λέκτρον, ὥς ποτʼ ᾔνεσας, §1659δός· ὁ δʼ ἐπιών νιν βίοτος εὐδαίμων μένει.
至于皮拉得斯,正如你曾经允诺的那样,把妹妹嫁给他;幸福的生活正等待着他未来的日子。
§1660Ἄργους δʼ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν, §1661ἐλθὼν δʼ ἄνασσε Σπαρτιάτιδος χθονός, §1662φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις §1663πόνοις διδοῦσα δεῦρʼ ἀεὶ διήνυσεν.
墨涅拉俄斯,让俄瑞斯忒斯统治阿耳戈斯吧,你则前往并治理斯巴达的土地,带着你妻子的嫁妆,她曾给你带来无数艰辛,并总是把你引到这里。
§1664τὰ πρὸς πόλιν δὲ τῷδʼ ἐγὼ θήσω καλῶς, §1665ὅς νιν φονεῦσαι μητέρʼ ἐξηνάγκασα.
我会妥善处理他与城邦的关系,因为是我迫使他杀害母亲的。
§1666ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.
俄瑞斯忒斯:噢,预言者洛克西阿斯,你的神谕啊!
§1667οὐ ψευδόμαντις ἦσθʼ ἄρʼ, ἀλλʼ ἐτήτυμος.
原来你并非说谎的先知,而是真实的。
§1668καίτοι μʼ ἐσῄει δεῖμα, μή τινος κλύων §1669ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
尽管如此,恐惧曾袭上我心,生怕自己听到的是某个复仇怨灵,而误以为听到了你的声音。
§1670ἀλλʼ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις.
但一切都会圆满结束,我会顺从你的旨意。
§1671ἰδού, μεθίημʼ Ἑρμιόνην ἀπὸ σφαγῆς, §1672καὶ λέκτρʼ ἐπῄνεσʼ, ἡνίκʼ ἂν διδῷ πατήρ.
瞧,我把赫耳弥俄涅从杀戮中释放,并且当她的父亲将她许配时,我赞同这桩婚事。
§1673ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ·
墨涅拉俄斯:宙斯之女海伦啊,再见!
ζηλῶ δέ σε §1674θεῶν κατοικήσασαν ὄλβιον δόμον.
我羡慕你居住在神明幸福的殿宇之中。
§1675Ὀρέστα, σοὶ δὲ παῖδʼ ἐγὼ κατεγγυῶ, §1676Φοίβου λέγοντος· εὐγενὴς δʼ ἀπʼ εὐγενοῦς §1677γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ.
俄瑞斯忒斯,我将我的女儿许配给你,既然福玻斯如此指示;从高贵的父亲那里娶得高贵的妻子,愿你和给予她的我都得到福佑。
§1678χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν, §1679νείκας τε διαλύεσθε.
阿波罗:现在你们各自前往我们所指示的地方吧,并且消除你们的争端。
§1679bπείθεσθαι χρεών.
墨涅拉俄斯:我们必须服从。
§1680κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς, §1681Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.
俄瑞斯忒斯:我也是如此;墨涅拉俄斯,我与我的命运和解,还有洛克西阿斯,与你的神谕和解。
§1682ἴτε νυν καθʼ ὁδόν, τὴν καλλίστην §1683θεῶν Εἰρήνην τιμῶντες·
阿波罗:那么,你们上路吧,敬奉着神明中最美丽的和平之神。
ἐγὼ δʼ §1684Ἑλένην Δίοις μελάθροις πελάσω, §1685λαμπρῶν ἄστρων πόλον ἐξανύσας, §1686ἔνθα παρʼ Ἥρᾳ τῇ θʼ Ἡρακλέους §1687Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις §1688ἔσται σπονδαῖς ἔντιμος ἀεί, §1689σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς, §1690ναύταις μεδέουσα θαλάσσης.
而我会将海伦带往宙斯的神殿,穿过那闪烁群星的天穹,在那里,她将与赫拉以及赫拉克勒斯的妻子赫柏并座而成为神明,在凡人的奠酒祭祀中永远受到尊崇,伴随着廷达瑞俄斯之子、宙斯诸子,共同主宰海洋之上的航海者。
§1691ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν §1692βίοτον κατέχοις §1693καὶ μὴ λήγοις στεφανοῦσα.
歌队:噢,无比庄严的胜利女神,愿你执掌我的生命,并且永不停止为我加冕。

词汇与语法注释

  1. 1614σὲ σφάγιον ἐκόμισʼ — σὲ(你)延续了前一行对海伦(Ἑλένη)的呼告。σφάγιον(作为祭品)作为宾语补足语(叙述性宾格)修饰 σὲ。
  2. 1641ὡς ἀπαντλοῖεν — 引导目的从句的连词 ὡς 后面接祈愿式 ἀπαντλοῖεν,这是为了与主句的历史时态(过去时 ἔθηκαν)相呼应。动词 ἀπαντλέω(抽排船底积水)被用作比喻,意为排解或减轻大地上过剩的人口。
  3. 1668δεῖμα, μή... δόξαιμι — 由表示忧虑的名词 δεῖμα 引导的惧怕从句中,由于主句中使用了未完成过去时 ἐσῄει,因而从句采用了祈愿式 δόξαιμι 而非虚拟式。ἀλαστόρων 是分词 κλύων 的属格宾语。

引用这一段

欧里庇得斯, 俄瑞斯忒斯 §1609-1693. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg016.humanitext-grc2:1609-1693

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。