Humanitext Reader

欧里庇得斯 · 腓尼基妇女 §1-83

伊俄卡斯忒叙述王室谱系与二子的争斗

第 1 段,共 20 段 · 希腊语

内容简介

伊俄卡斯忒讲述了忒拜王室的历史、俄狄浦斯的悲剧,以及她的两个儿子如今为争夺王位而相互对立、导致阿耳戈斯大军压境的经过,并期待儿子们通过会谈达成和解。

§1ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν §2καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις §3Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα, §4ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳ §5ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν §6τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα· §7ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ §8Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον §9φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
噢,在天空的群星中穿行而过、开拓道路的那位,乘着金饰战车的那位,太阳神啊,驾驭疾驰的骏马卷起火焰,你在那一天向忒拜投下了多么不幸的光芒,那天卡德摩斯来到了这片土地,离开了芬尼基的沿海之地;他曾娶了塞浦路斯女神(阿佛洛狄忒)之女哈尔摩尼亚,生下了波吕多罗斯,人们说从他又生出了拉布达科斯,从拉布达科斯又生出了莱伊斯。
§10ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως, §11— Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ — §12καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ §13ἔθετο.
而我被称为墨诺伊剖斯的女儿, ——克瑞翁是同母所生的我的兄弟—— 人们称我为伊俄卡斯忒;因为这个名字是父亲给我起的。
γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις §14ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν, §15ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμα §16παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
莱伊斯娶了我;但当他无子、在家中与我同床共枕了许久之后,他前去询问福波斯(阿波罗),同时也请求赐予他的家庭男嗣。
§17ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ, §18μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· §19εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς, §20καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος.
神回答道:噢,拥有良马的忒拜之王,违背神意,切勿播下子嗣的耕沟;因为如果你生下孩子,那生出来的孩子将会杀死你,并且你所有的家庭都将走过血泊。
§21ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν §22ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφος §23γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν, §24λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας §25δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος, §26σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον· §27ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.
但他屈从于享乐,陷入了醉酒的狂欢之中,与我生下了一个孩子;生下后,他意识到了对神的冒犯以及神的诫命,便将这婴儿送往赫拉的草地和基泰戎的山脊,交给牧民去抛弃,并用铁针刺穿了婴儿脚踝的中央;因此,希腊称他为俄狄浦斯(肿胀的脚)。
§28Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι §29φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας
波吕波斯的牧马人们抱走了他,带回家中,放在了女主人的手里。
§30ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον §31μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.
她将我的分娩之痛移至她自己的乳房前,并说服丈夫抚养他。
§32ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος §33παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα §34ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων §35πρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις, §36τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν §37εἰ μηκέτʼ εἴη.
如今,随着红胡子长出,我的儿子长成了男子汉,他要么是自己察觉到了,要么是从某人那里得知,动身前往福波斯的宫殿,想要查明亲生父母;而我的丈夫莱伊斯,也在寻找被抛弃的孩子,想要探明他是否已不在人世。
καὶ ξυνάπτετον πόδα §38ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.
两人在福基斯的三岔路口的同一处相遇了。
§39καί νιν κελεύει Λαΐου τροχηλάτης· §40ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.
莱伊斯的御者对他命令道:喂,异乡人,快给君王们让路。
§41ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν.
但他一言不发地走着,心怀傲气。
πῶλοι δέ νιν §42χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.
而那些马匹用蹄子踩红了他双脚的脚筋。
§43ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν;
由此——我何必去诉说这些灾祸之外的事情呢?
§44παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα §45Πολύβῳ τροφεῖ δίδωσιν.
—— 儿子杀死了父亲,夺走了战车,赠送给抚养他的波吕波斯。
ὡς δʼ ἐπεζάρει §46Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις, §47Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη, §48ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι, §49τούτῳ ξυνάψειν λέκτρα.
当斯芬克斯通过掠夺折磨着城市,而我的丈夫已经不在时,我的兄弟克瑞翁宣告了我的婚事,谁能解开那聪明少女的谜语,谁就能与我结为连理。
τυγχάνει δέ πως §50μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών· §52καὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός.
而不知怎的,我的儿子俄狄浦斯解开了斯芬克斯的歌之谜;并且得到了这片土地的王权作为奖赏。
§53γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας §54οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.
可怜的人啊,他在不知情中娶了生下他的母亲,生下他的母亲也与自己的孩子同床共枕。
§55τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας, §56Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν, §57κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ §58ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.
我为我的孩子生下了孩子,两个男儿,埃特奥克勒斯和威名赫赫的波吕涅克斯,还有两个女儿;一个被父亲命名为伊斯墨涅,而那年长的一个,安提戈涅,则是由我命名。
§59μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων §60ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα §61ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον, §62χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.
当他得知我的床榻也就是他与母亲的婚姻真相时,俄狄浦斯,这位历经一切苦难的人,对自己的双眼施加了可怕的残害,用金搭扣刺出了瞳孔中的鲜血。
§63ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται, §64κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη §65γένοιτο πολλῶν δεομένη σοφισμάτων· §66ζῶν δʼ ἔστʼ ἐν οἴκοις.
当我的孩子们胡须渐浓、面庞蒙上阴影时,他们把父亲锁在了门闩之后,为了让这需要诸多心机来掩盖的厄运被遗忘;他依然活在家中。
πρὸς δὲ τῆς τύχης νοσῶν §67ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας, §68θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.
但因这厄运而病态的他,对儿子们发出了最不洁的诅咒:让他们用锋利的铁器分家。
§69τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους §70εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ, §71ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος §72φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα, §73Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς, §74ἐνιαυτὸν ἀλλάσσοντε.
他们陷入了恐惧,害怕神明会使同住一处的他们的诅咒得以实现,经过商议,他们规定年少者波吕涅克斯首先自愿离开这忒拜之地去流亡,而埃特奥克勒斯则留下来执掌王权,两人年年轮换。
ἐπεὶ δʼ ἐπὶ ζυγοῖς §75καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων, §76φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.
但当他坐上了权力的宝座,他便不再让出王位,反将波吕涅克斯作为流亡者驱逐出境。
§77ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών, §78πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει· §79ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε, §80πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.
他前往阿耳戈斯,与阿德拉斯托斯联姻,召集了大量的阿耳戈斯盾牌(军队)前来;他来到了这七门城墙之下,要求收回祖传的王权和国土的分额。
§81ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν §82ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.
我为了消除纷争,说服了儿子与他的兄弟在交锋前通过休战进行会面。
§83ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.
被派遣的使者说,他即将到来。

词汇与语法注释

  1. §5γῆν — γῆν τήνδʼ 是表示运动终点(目的地)的宾格。它直接受动词 ἦλθε 修饰,没有使用前置词(如 εἰς 或 πρός),这是诗歌语体中常见的目的地宾格用法。
  2. §21ἡδονῇ δοὺς — δοὺς 是 δίδωμι 的不定过去时主动分词,在此处作反身意义(“将自己交付”)。它与与格 ἡδονῇ 连用,构成惯用表达,意为“沉溺于享乐”或“屈从于肉欲”。
  3. §31μαστοῖς ὑφεῖτο — ὑφεῖτο 是 ὑφίημι 的不定过去时(或未完成过去时)中间态第三人称单数。中间态在此处带有反身或所有格色彩,意为“将(婴儿)贴在自己的乳房上”。它支配宾格直接宾语 τὸν ἐμὸν ὠδίνων πόνον(字面意思是“我分娩的阵痛”,借代婴儿)。
  4. §48ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι — |N| 这里的 μάθοι 是希求语气(optative)。因为主句动词(历史现在时 κηρύσσει)而引入的间接引语(或条件从句)中的斜格希求语气,表示过去宣布的内容中带有的不确定条件:“凡是能解开谜题的人(都将娶她)”。
  5. §71τὸν νεώτερον — 带定冠词的比较级 νεώτερος 意为“两人中较年轻的一位”,即指波吕涅克斯。这是一个重要的细节,表明欧里庇得斯在此采用了波吕涅克斯为弟、埃特奥克勒斯为兄的设定,这与索福克勒斯等人的版本相反。

引用这一段

欧里庇得斯, 腓尼基妇女 §1-83. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg015.humanitext-grc2:1-83

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。