Humanitext Reader

欧里庇得斯 · 在陶里人那里的伊菲革涅亚 §1414-1499

雅典娜降临与托阿斯顺从神意放行

第 17 段,共 17 段 · 希腊语

内容简介

托阿斯王听闻波塞冬将希腊船只推回岸边,愤怒地命令士兵追击,此时女神雅典娜降临并阻止了追击。雅典娜指示奥雷斯特斯在希腊为神像建立神殿并确立新的祭仪,托阿斯顺从神意,允许奥雷斯特斯、伊菲革涅亚和歌队返回希腊。

§1414πόντου δʼ ἀνάκτωρ Ἴλιόν τʼ ἐπισκοπεῖ §1415σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος, §1416καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον §1417σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν §1418λαβεῖν, ἀδελφήν θʼ, ἣ φόνον τὸν Αὐλίδι §1419ἀμνημόνευτον θεᾷ προδοῦσʼ ἁλίσκεται.
海洋的主宰、守望伊利昂的尊贵的波塞冬,与佩洛普斯的一族为敌,如今,他将把阿伽门农的子嗣,看来,交到您和公民们的手中,好让你们捕获他,还有他的姐姐,她因遗忘了阿利斯的那场杀戮、背叛了女神而正被围捕。
§1420ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα §1421θανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας.
哀怜的伊菲革涅亚啊,你将与你的兄弟一起,再次落入主人们的手中而死。
§1422ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός, §1423οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας §1424παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς §1425Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷ §1426σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,
噢,这蛮荒之地的所有公民啊,难道你们不给马儿套上缰绳,沿着海岸奔跑,去接应希腊船只的难破,并在女神的助佑下急速追捕那些不敬之人吗?
§1427οἳ δʼ ὠκυπομποὺς ἕλξετʼ ἐς πόντον πλάτας;
你们中的其他人,难道不把快速行驶的桨拉向海洋吗?
§1428ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασι §1429λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας §1430ῥίψωμεν, ἢ σκόλοψι πήξωμεν δέμας.
这样,我们就能从海上以及陆地上用骑兵捕获他们,或者将他们从险峻的岩石上抛下,或者用木桩刺穿他们的身体。
§1431ὑμᾶς δὲ τὰς τῶνδʼ ἴστορας βουλευμάτων, §1432γυναῖκες, αὖθις, ἡνίκʼ ἂν σχολὴν λάβω, §1433ποινασόμεσθα·
至于你们这些知晓这些阴谋的女人们,等以后我有了闲暇,必将惩罚你们。
νῦν δὲ τὴν προκειμένην §1434σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.
但现在,面对眼前的紧迫事务,我们不能静止不动。
§1435ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ §1436Θόας;
哪里,你把这追击引向哪里,托阿斯王?
ἄκουσον τῆσδʼ Ἀθηναίας λόγους.
听听这位雅典娜的话吧。
§1437παῦσαι διώκων ῥεῦμά τʼ ἐξορμῶν στρατοῦ· §1438πεπρωμένος γὰρ θεσφάτοισι Λοξίου §1439δεῦρʼ ἦλθʼ Ὀρέστης, τόν τʼ Ἐρινύων χόλον §1440φεύγων ἀδελφῆς τʼ Ἄργος ἐσπέμψων δέμας §1441ἄγαλμά θʼ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα, §1441bτῶν νῦν παρόντων πημάτων ἀναψυχάς.
停止追击,阻止你军队如潮水般涌出;因为奥雷斯特斯是遵照洛克西阿斯的预言注定来到这里的,他为了逃避复仇女神们的愤怒,并且要将他姐姐的身躯送回阿耳戈斯,并将神圣的雕像带到我的土地上,以解脱目前的苦难。
§1442πρὸς μὲν σὲ ὅδʼ ἡμῖν μῦθος· ὃν δʼ ἀποκτενεῖν §1443δοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ, §1444ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα §1445πόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ.
这是对你说的;至于你认为要在波涛中捕获并杀死的奥雷斯特斯,波塞冬已经为了我的缘故,使海面无风无浪,让他用桨在海面上航行。
§1446μαθὼν δʼ, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς — §1447κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς — §1448χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν.
领会我的嘱托吧,奥雷斯特斯—— 因为你虽然不在此处,却听到了女神的声音—— 带着神像和你的姐姐出发吧。
§1449ὅταν δʼ Ἀθήνας τὰς θεοδμήτους μόλῃς, §1450χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις §1451ὅροισι, γείτων δειράδος Καρυστίας, §1452ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς· §1453ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας, §1454ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν, §1455οὓς ἐξεμόχθεις περιπολῶν καθʼ Ἑλλάδα §1456οἴστροις Ἐρινύων.
当你到达神建的雅典时,在阿提卡的极尽边境,邻近卡律斯托斯山脊之处,有一个地方,它是神圣的,我的子民称之为哈莱;在那里建造一座神殿并安置神像,以陶里克之地和你的那些劳苦命名,就是你在复仇女神们的狂乱中彷徨于希腊各地所忍受的苦难。
Ἄρτεμιν δέ νιν βροτοὶ §1457τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.
世人今后将歌颂她为陶罗波罗斯·阿耳忒弥斯女神。
§1458νόμον τε θὲς τόνδʼ· ὅταν ἑορτάζῃ λεώς, §1459τῆς σῆς σφαγῆς ἄποινʼ ἐπισχέτω ξίφος §1460δέρῃ πρὸς ἀνδρὸς αἷμά τʼ ἐξανιέτω, §1461ὁσίας ἕκατι θεά θʼ ὅπως τιμὰς ἔχῃ.
并且立下这条法律:每当子民庆祝节日时,作为对你免于被宰杀的补偿,让他们把剑搁在人的颈上,让血喷洒出来,为了神圣的义务,并让女神享有她的荣耀。
§1462σὲ δʼ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας §1463Βραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ· §1464οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων §1465ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς, §1466ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς §1467λίπωσʼ ἐν οἴκοις.
至于你,伊菲革涅亚,在布劳龙尊贵的阶梯旁,你必须为这位女神执掌钥匙;你死后也将在那里安葬,人们将把细密织成的华丽衣裳,作为献给你的装饰,就是那些妇人在分娩中垂死时留在屋里的衣服。
τάσδε δʼ ἐκπέμπειν χθονὸς §1468Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι §1469γνώμης δικαίας οὕνεκʼ
至于这些希腊妇人,我命你将她们送出这片土地,因着她们正义的心思。
§1469bἐκσῴσασα δὲ §1470καὶ πρίν σʼ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας §1471κρίνασʼ, Ὀρέστα· καὶ νόμισμʼ ἔσται τόδε, §1472νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ.
我也曾救过你,在阿雷奥帕古斯以同等的票数裁决你,奥雷斯特斯;并且这应当成为法律:凡是获得同等票数的人,应当胜诉。
§1473ἀλλʼ ἐκκομίζου σὴν κασιγνήτην χθονός, §1474Ἀγαμέμνονος παῖ.
起来,把你的姐姐带离这片土地,阿伽门农之子。
— καὶ σὺ μὴ θυμοῦ, Θόας.
——而你,不要愤怒,托阿斯。
§1475ἄνασσʼ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις §1476ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.
雅典娜女王啊,任何人听到神明的话语却不相信,就是心思不正。
§1477ἐγὼ δʼ Ὀρέστῃ τʼ, εἰ φέρων βρέτας θεᾶς §1478βέβηκʼ, ἀδελφῇ τʼ οὐχὶ θυμοῦμαι· τί γὰρ §1479πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;
我对奥雷斯特斯不抱愤怒,即使他带着女神的神像离去,我也不怨恨他的姐姐;因为与强大的神明争斗,有什么益处呢?
§1480ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι §1481γαῖαν, καθιδρύσαιντό τʼ εὐτυχῶς βρέτας.
让他们带着女神的雕像,前往你的土地吧,让他们安然地安置神像。
§1482πέμψω δὲ καὶ τάσδʼ Ἑλλάδʼ εἰς εὐδαίμονα §1483γυναῖκας, ὥσπερ σὸν κέλευσμʼ ἐφίεται.
我也将把这些妇女送回幸福的希腊,正如你的命令所吩咐的那样。
§1484παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις §1485ναῶν τʼ ἐρετμά, σοὶ τάδʼ ὡς δοκεῖ, θεά.
我将放下我对异乡人举起的长枪,并停止船桨的追击,既然你认为这合适,女神啊。
§1486αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ.
我赞许你;因为必然掌控着你和神明。
§1487ἴτʼ, ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονος §1488παῖδʼ εἰς Ἀθήνας· συμπορεύσομαι δʼ ἐγὼ §1489σῴζουσʼ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.
出发吧,噢,微风,将阿伽门农之子送往雅典;我也将一同前往,守护着我姐姐的尊贵神像。
§1490ἴτʼ ἐπʼ εὐτυχίᾳ τῆς σῳζομένης §1491μοίρας εὐδαίμονες ὄντες.
去吧,在蒙拯救之命运的幸运中,幸福地前行。
§1492ἀλλʼ, ὦ σεμνὴ παρά τʼ ἀθανάτοις §1493καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα, §1494δράσομεν οὕτως ὡς σὺ κελεύεις.
但是,在不朽之神与凡人中皆尊贵的帕拉斯·雅典娜啊,我们将照你吩咐的去做。
§1495μάλα γὰρ τερπνὴν κἀνέλπιστον §1496φήμην ἀκοαῖσι δέδεγμαι.
因为我的耳中听到了这非常喜悦、且出乎意料的消息。
§1497— — — §1497aὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν §1498βίοτον κατέχοις §1499καὶ μὴ λήγοις στεφανοῦσα.
噢,伟大尊贵的胜利女神啊,请掌管我的生命,且不要停止为我加冕。

词汇与语法注释

  1. 1418φόνον τὸν Αὐλίδι ἀμνημόνευτον — 意为“遗忘了在阿利斯的那场杀戮”。指伊菲革涅亚过去在阿利斯险些被用作祭品、后被阿耳忒弥斯解救的往事。在托阿斯部下的使者看来,她如今企图盗走女神像的行为是一种“背叛”(προδοῦσα),因为她无视了曾经蒙受的神恩。
  2. 1423οὐκ εἶα... δραμεῖσθε... δέξεσθε... θηράσετε... ἕλξετʼ...; — 否定词 οὐ 与直陈式将来时动词(δραμεῖσθε, δέξεσθε, θηράσετε, ἕλξετε)结合,用于表达强烈的命令或催促(“难道你们不跑……吗?”,意即“赶快跑!”)。虽然对于最后一个动词有学者读作现在时命令式 ἕλκετε,但从前后多个将来时动词的排比关系来看,将其解释为直陈式将来时(省略尾音作 ἕλξετʼ)最为自然。
  3. 1459τῆς σῆς σφαγῆς ἄποινʼ — 意为“作为你免于被宰杀的补偿”。语法上作为名词对格,同格修饰主句的动作(将剑搁在颈上),起目的或结果的作用。它解释了阿提卡的阿耳忒弥斯·陶罗波罗斯祭仪的起源:通过将剑搁在人的颈上并流出一滴血,来作为过去在陶里克实行的活人祭祀的象征性替代。
  4. 1486τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ. — 意为“因为必然(宿命)掌控着你,也掌控着神明”。主语 τὸ χρεών(必然、命运)源自中性名词化的分词 χρεών(χρή 的异体)。动词 κρατεῖ 表示统治或超越,因此要求属格形式的比较/支配对象,即 σοῦ τε καὶ θεῶν。

引用这一段

欧里庇得斯, 在陶里人那里的伊菲革涅亚 §1414-1499. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg013.humanitext-grc2:1414-1499

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。