§1329ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων §1330ἔχοντας, ἐξένευσʼ ἀποστῆναι πρόσω §1331Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα §1332θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο, §1333αὐτὴ δʼ ὄπισθε δέσμʼ ἔχουσα τοῖν ξένοιν §1334ἔστειχε χερσί.
“王啊,阿伽门农之女向我们——也就是您派遣带着异乡人锁链的人—— 示意我们退到远处,仿佛她要在秘密的火焰中祭祀,并完成她前去执行的净化仪式一般,她自己则走在后面,手里拿着那两个异乡人的锁链。
καὶ τάδʼ ἦν ὕποπτα μέν, §1335ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ.
这一切虽然确实令人起疑,王啊,您的仆役们却觉得合情合理。
§1336χρόνῳ δʼ, ἵνʼ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον, §1337ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα §1338μέλη μαγεύουσʼ, ὡς φόνον νίζουσα δή.
过了一些时候,为了让我们觉得她确实在做一些更重大的事情,她发出了狂呼,并像巫女作法般唱起了外邦的歌谣,仿佛是在洗净血污。
§1339ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον, §1340ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι §1341κτάνοιεν αὐτὴν δραπέται τʼ οἰχοίατο.
但是,当我们坐了很久之后,我们心中便升起一阵担忧:那些被松绑的异乡人会不会杀了她,然后作为逃兵逃之夭夭?
§1342φόβῳ δʼ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα §1343σιγῇ· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος §1344στείχειν ἵνʼ ἦσαν, καίπερ οὐκ ἐωμένοις.
由于害怕看到不该看的事情,我们仍静静地坐着;但最终大家达成了一致的决定:尽管不被允许,我们还是要走到他们所在的地方去。
§1345κἀνταῦθʼ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος §1346ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον, §1347ναύτας τε πεντήκοντʼ ἐπὶ σκαλμῶν πλάτας §1348ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας §1349ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.
就在那里,我们看到了一艘希腊船只的船体,船桨如羽翼般整齐排列,五十名水手将桨架在桨叉上,那两位青年已经解脱了锁链,自由地站在船尾。
§1350κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δʼ ἐπωτίδων §1351ἄγκυραν ἐξανῆπτον· οἳ δέ, κλίμακας §1352σπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια, §1353πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν.
有人用撑杆稳住船头,有人从船首两侧的猫耳系好锚链;还有人急忙抬着梯子,用手传递着艉缆,将其抛入海中,为那两个异乡人降下梯子。
§1354ἡμεῖς δʼ ἀφειδήσαντες, ὡς ἐσείδομεν §1355δόλια τεχνήματʼ, εἰχόμεσθα τῆς ξένης §1356πρυμνησίων τε, καὶ διʼ εὐθυντηρίας §1357οἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς.
我们一看到这狡诈的诡计,就毫不顾忌地抓住了那个异乡女,拉住艉缆,并且试图从这条美尾船的舵孔中拆下舵柄。
口角随之发生:‘你们凭什么盗走神像和女祭司,并用船运离这片土地?
§1360τίνος τίς ὢν σὺ τήνδʼ ἀπεμπολᾷς χθονός;
你是谁,又是谁的儿子,竟敢把这个女人带离这个国家?
§1361ὁ δʼ εἶπʼ· Ὀρέστης, τῆσδʼ ὅμαιμος, ὡς μάθῃς, §1362Ἀγαμέμνονος παῖς, τήνδʼ ἐμὴν κομίζομαι §1363λαβὼν ἀδελφήν, ἣν ἀπώλεσʼ ἐκ δόμων.
’ 他回答说:‘我是奥雷斯特斯,她的亲兄弟,好让你们知道,我是阿伽门农之子,我正带走我的姐姐,她曾从我的家中失落,如今被我重新夺回。
§1364ἀλλʼ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης §1365καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν· §1366ὅθεν τὰ δεινὰ πλήγματʼ ἦν γενειάδων.
’ 但我们依然紧紧抓住那个外邦女子不放,并强行拉扯着她,要带到您的面前;因此,我们的脸上挨了重重的打击。
§1367κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν §1368ἡμεῖς τε· πυγμαί τʼ ἦσαν ἐγκροτούμεναι, §1369καὶ κῶλʼ ἀπʼ ἀμφοῖν τοῖν νεανίαιν ἅμα §1370ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο, §1371ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη.
因为他们手里没有拿铁器,我们也没有;但拳头却在猛击,那两位青年同时用拳脚向着我们的肋部和肝脏猛戳,以至于四肢交错,双方都精疲力竭。
§1372δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι §1373ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ §1374κάθαιμʼ ἔχοντες τραύμαθʼ, οἳ δʼ ἐν ὄμμασιν· §1375ὄχθοις δʼ ἐπισταθέντες εὐλαβεστέρως §1376ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν.
我们带着可怕的伤痕,向悬崖逃去,有人头上带着血淋淋的伤口,有人伤在眼里;我们站在高地上,更加谨慎地进行战斗,并投掷石块。
但站在船尾的弓箭手们用箭阻挡我们,迫使我们退向远处。
§1379κἀν τῷδε — δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν §1380πρὸς γῆν, φόβος δʼ ἦν παρθένῳ τέγξαι πόδα — §1381λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν, §1382βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών, §1383ἔθηκʼ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς, §1384τό τʼ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης §1385ἄγαλμα.
就在这时——因为可怕的波浪将船只推向陆地,他们害怕那少女湿了双脚—— 奥雷斯特斯用左肩扛起她,走进海中,跃上梯子,将他的姐姐安置在标志明显的船舱内,还有那尊从天而降的、宙斯之女的神像。
ναὸς δʼ ἐκ μέσης ἐφθέγξατο §1386βοή τις· ὦ γῆς Ἑλλάδος ναῦται, νεὼς §1387λάβεσθε κώπαις ῥόθιά τʼ ἐκλευκαίνετε·
接着,从船身中央发出了一声高呼:‘噢,希腊之地的水手们,抓紧船桨,让海浪化作白沫!
因为我们已经得到了我们穿过撞合万神那不友好的海峡而驶入的目的物!
ναῦς δʼ, ἕως μὲν ἐντὸς ἦν §1392λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ §1393λάβρῳ κλύδωνι συμπεσοῦσʼ ἠπείγετο·
船在港口内部时,还向着出口前进,但一通过港口,遭遇狂暴的波浪,便被阻挡回来。
§1394δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς §1395ὠθεῖ παλίμπρυμνʼ ἱστίʼ· οἳ δʼ ἐκαρτέρουν §1396πρὸς κῦμα λακτίζοντες·
因为一阵可怕的风突然刮来,将船只的帆向后推去;但他们依然坚持,顶着波浪奋力挣扎。
ἐς δὲ γῆν πάλιν §1397κλύδων παλίρρους ἦγε ναῦν.
然而,退回陆地的回流海浪又将船带回了岸边。
σταθεῖσα δὲ §1398Ἀγαμέμνονος παῖς ηὔξατʼ· ὦ Λητοῦς κόρη §1399σῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα §1400ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθʼ ἐμαῖς.
站立起来的阿伽门农之女祈祷说:‘噢,勒托之女,请将我,您的女祭司,拯救回希腊,离开这蛮荒之地,并宽恕我的盗窃行为。
女神啊,您也深爱着您自己的兄弟;所以请认为,我也同样深爱着我的骨肉同胞。
§1403ναῦται δʼ ἐπευφήμησαν εὐχαῖσιν κόρης §1404παιᾶνα, γυμνὰς ἐκ πέπλων ἐπωμίδας §1405κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος.
’ 水手们用欢呼声响应那少女的祈祷,唱起凯歌,在号令之下,脱去衣服露出赤裸的双肩,顶在桨上用力划行。
§1406μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος· §1407χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν, §1408ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.
但船只却一步步地更加逼近岩石;于是,有人用双脚跳入海中,而另一些人则开始系紧编织好的缆绳。
我也立刻被派遣来到您这里,王啊,好向您禀报那边的命运。