Humanitext Reader

欧里庇得斯 · 在陶里人那里的伊菲革涅亚 §1162-1231

伊菲革涅亚的假神谕与托阿斯许可净化

第 14 段,共 17 段 · 希腊语

内容简介

伊菲革涅亚向托阿斯撒谎,声称由于希腊祭品犯有弑母之罪,女神的神像转过了身去。她要求将神像和祭品带往海边进行净化仪式,并对宫殿和城市实行严格的禁足隔离,托阿斯对此全盘接受。

§1162τί φροιμιάζῃ νεοχμόν;
[托阿斯]:你为何要做这样不祥的前奏?
ἐξαύδα σαφῶς.
说个清楚。
§1163οὐ καθαρά μοι τὰ θύματʼ ἠγρεύσασθʼ, ἄναξ.
[伊菲革涅亚]:大王,你们捕获的生祭并不洁净。
§1164τί τοὐκδιδάξαν τοῦτό σʼ;
[托阿斯]:是什么教给你这一点的?
ἢ δόξαν λέγεις;
还是你只是凭猜测说话?
§1165βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη.
[伊菲革涅亚]:女神的神像从她的神座上转过了身去。
§1166αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;
[托阿斯]:是它自己转过去的,还是大地的震动让它转了过去?
§1167αὐτόματον· ὄψιν δʼ ὀμμάτων ξυνήρμοσεν.
[伊菲革涅亚]:是自己转过去的;并且她闭上了双眼。
§1168ἡ δʼ αἰτία τίς;
[托阿斯]:那原因是什么?
ἦ τὸ τῶν ξένων μύσος;
难道是异邦人的污秽?
§1169ἥδʼ, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον.
[伊菲革涅亚]:正是,没有别的;因为他们犯下了可怕的罪行。
§1170ἀλλʼ ἦ τινʼ ἔκανον βαρβάρων ἀκτῆς ἔπι;
[托阿斯]:难道他们在野蛮人的海岸上杀了什么人吗?
§1171οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.
[伊菲革涅亚]:他们是带着杀害自己亲人的罪孽而来的。
§1172τίνʼ;
[托阿斯]:杀了谁?
εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.
因为我已陷入了极想知道的渴望中。
§1173μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.
[伊菲革涅亚]:他们用共谋的剑,杀害了自己的母亲。
§1174Ἄπολλον, οὐδʼ ἐν βαρβάροις ἔτλη τις ἄν.
[托阿斯]:阿波罗啊! 即使在野蛮人中,也无人敢做此事。
§1175πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος.
[伊菲革涅亚]:他们被从整个希腊驱逐并追捕。
§1176ἦ τῶνδʼ ἕκατι δῆτʼ ἄγαλμʼ ἔξω φέρεις;
[托阿斯]:确实是为了他们的缘故,你才把神像带到外面来的吗?
§1177σεμνόν γʼ ὑπʼ αἰθέρʼ, ὡς μεταστήσω φόνου.
[伊菲革涅亚]:带到神圣的天空下,好让我使它免受血污的沾染。
§1178μίασμα δʼ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;
[托阿斯]:但你是用什么方式,得知这两个异邦人的污秽的?
§1179ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
[伊菲革涅亚]:当女神的神像转过身去时,我审问了他们。
§1180σοφήν σʼ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς.
[托阿斯]:希腊将你培养得很聪明,你居然能如此敏锐地察觉。
§1181καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.
[伊菲革涅亚]:而且他们还向我的心灵投下了甜美的诱饵。
§1182τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;
[托阿斯]:向你报告了来自阿耳戈斯的什么喜讯吗?
§1183τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.
[伊菲革涅亚]:告诉我,我唯一的兄弟奥雷斯特斯安然无恙。
§1184ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων.
[托阿斯]:好让你因这消息的喜悦而救他们吧。
§1185καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.
[伊菲革涅亚]:还有我的父亲也活着,并且安好。
§1186σὺ δʼ ἐς τὸ τῆς θεοῦ γʼ ἐξένευσας εἰκότως.
[托阿斯]:但你理所当然地转向了女神这一边。
§1187πᾶσάν γε μισοῦσʼ Ἑλλάδʼ, ἥ μʼ ἀπώλεσεν.
[伊菲革涅亚]:是的,我恨透了那毁灭了我的整个希腊。
§1188τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;
[托阿斯]:那么,关于这两个异邦人,我们该怎么办,请告诉我?
§1189τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.
[伊菲革涅亚]:必须遵守既定的法律。
§1190οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν;
[托阿斯]:那么,洗涤水和你的剑不是已经准备妥当了吗?
§1191ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.
[伊菲革涅亚]:我想先用神圣的洗礼来清洗他们。
§1192πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ;
[托阿斯]:是用泉水,还是用海水的露珠?
§1193θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.
[伊菲革涅亚]:大海能洗净人类的一切罪恶。
§1194ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν.
[托阿斯]:确实,这样一来,他们对女神来说会是更神圣的牺牲。
§1195καὶ τἀμά γʼ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.
[伊菲革涅亚]:而且这样一来,我自己的事也会更顺利。
§1196οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;
[托阿斯]:但是波浪不是正好拍打在神殿门口吗?
§1197ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν.
[伊菲革涅亚]:需要僻静无人的地方;因为我们还要进行其他的仪式。
§1198ἄγʼ ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθʼ ὁρᾶν.
[托阿斯]:带去你想去的地方吧;我不喜欢看见那些不可言说的事。
§1199ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.
[伊菲革涅亚]:我也必须净化女神的神像。
§1200εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.
[托阿斯]:如果杀母的污秽确实沾染了它。
§1201οὐ γάρ ποτʼ ἄν νιν ἠράμην βάθρων ἄπο.
[伊菲革涅亚]:否则,我绝不会把它从基座上移开。
§1202δίκαιος ηὑσέβεια καὶ προμηθία.
[托阿斯]:你的虔诚与远见是正确的。
§1203οἶσθά νυν ἅ μοι γενέσθω;
[伊菲革涅亚]:那么,你知道现在该为我做些什么吗?
§1203bσὸν τὸ σημαίνειν τόδε.
[托阿斯]:这应当由你来指示。
§1204δεσμὰ τοῖς ξένοισι πρόσθες.
[伊菲革涅亚]:给异邦人们套上枷锁。
§1204bποῖ δέ σʼ ἐκφύγοιεν ἄν;
[托阿斯]:他们还能从你手下逃到哪里去?
§1205πιστὸν Ἑλλὰς οἶδεν οὐδέν.
[伊菲革涅亚]:因为谁都知道,希腊人没有任何可信度。
§1205bἴτʼ ἐπὶ δεσμά, πρόσπολοι.
[托阿斯]:仆人们,去把他们绑起来。
§1206κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους — §1206bἔσται τάδε.
[伊菲革涅亚]:还要把异邦人们带到这里来―― [托阿斯]:照办。
§1207κρᾶτα κρύψαντες πέπλοισιν.
[伊菲革涅亚]:――用衣袍遮盖住他们的头部。
§1207bἡλίου πρόσθεν φλογός.
[托阿斯]:在面对太阳的光芒之前。
§1208σῶν τέ μοι σύμπεμπʼ ὀπαδῶν.
[伊菲革涅亚]:并派你的随从伴随我。
§1208bοἵδʼ ὁμαρτήσουσί σοι.
[托阿斯]:这些人会伴随你。
§1209καὶ πόλει πέμψον τινʼ ὅστις σημανεῖ — §1209bποίας τύχας;
[伊菲革涅亚]:还要派人去城里,宣告―― [托阿斯]:宣告什么事?
§1210ἐν δόμοις μίμνειν ἅπαντας.
[伊菲革涅亚]:――所有人都要留在家里。
§1210bμὴ συναντῷεν φόνῳ;
[托阿斯]:免得他们撞见杀戮的污秽吗?
§1211μυσαρὰ γὰρ τὰ τοιάδʼ ἐστί.
[伊菲革涅亚]:是的,因为这类事会带来污染。
§1211bστεῖχε καὶ σήμαινε σύ — §1212μηδένʼ εἰς ὄψιν πελάζειν.
[托阿斯]:你去宣告吧―― [伊菲革涅亚]:――任何人都不得靠近并露面。
§1212bεὖ γε κηδεύεις πόλιν.
[托阿斯]:你对这座城市照顾得真周到。
§1213καὶ φίλων γʼ οὓς δεῖ μάλιστα.
[伊菲革涅亚]:还有我的那些最应当关照的亲友。
§1213bτοῦτʼ ἔλεξας εἰς ἐμέ.
[托阿斯]:你这话是指对我(的关心)。
§1214bὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.
[托阿斯]:难怪整个城市都对你敬佩不已。
§1215σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ — §1215bτί χρῆμα δρῶ;
[伊菲革涅亚]:而你,留在神殿门前,为女神―― [托阿斯]:我该做什么?
§1216ἅγνισον πυρσῷ μέλαθρον.
[伊菲革涅亚]:――用松明之火净化宫殿。
§1216bκαθαρὸν ὡς μόλῃς πάλιν.
[托阿斯]:好让你回来时这里是洁净的。
§1217ἡνίκʼ ἂν δʼ ἔξω περῶσιν οἱ ξένοι — §1217bτί χρή με δρᾶν;
[伊菲革涅亚]:而当异邦人们走到外面时―― [托阿斯]:我必须做什么?
§1218πέπλον ὀμμάτων προθέσθαι.
[伊菲革涅亚]:――在你的眼前挡上一层衣袍。
§1218bμὴ παλαμναῖον λάβω.
[托阿斯]:免得我染上杀人者的污秽。
§1219ἢν δʼ ἄγαν δοκῶ χρονίζειν — §1219bτοῦδʼ ὅρος τίς ἐστί μοι;
[伊菲革涅亚]:如果我看起来耽搁得太久―― [托阿斯]:这等待的限度是多少?
§1220θαυμάσῃς μηδέν.
[伊菲革涅亚]:――请一概不要感到惊异。
§1220bτὰ τῆς θεοῦ πρᾶσσʼ — ἐπεὶ σχολή — καλῶς.
[托阿斯]:把女神的仪式办好――既然时间还充裕。
§1221εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι.
[伊菲革涅亚]:但愿这次净化能如我所愿般圆满!
§1221bσυνεύχομαι.
[托阿斯]:我与你一同祈祷。
§1222τούσδʼ ἄρʼ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους §1223καὶ θεᾶς κόσμους νεογνούς τʼ ἄρνας, ὡς φόνῳ φόνον §1224μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τʼ ἄλλʼ ὅσα §1225προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.
[伊菲革涅亚]:现在我看到异邦人正走出殿门,还有女神的饰物,以及刚出生的羊羔,好让我能用血洗净那污秽的血污,还有松明的亮光,以及其他所有我为异邦人和女神所预备的净化物。
§1226ἐκποδὼν δʼ αὐδῶ πολίταις τοῦδʼ ἔχειν μιάσματος, §1227εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς §1228ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται, §1229φεύγετʼ, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε.
我警告市民们,远离这污秽,无论是为神明保持双手洁净的神殿守门人,还是正要去缔结良缘的人,亦或是怀胎而身子沉重的人,快逃走,避开吧,免得这不洁降临在任何人身上。
§1230ὦ Διὸς Λητοῦς τʼ ἄνασσα παρθένʼ, ἢν νίψω φόνον §1231τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,
噢,宙斯与勒托之女,处女的女王啊,如果我洗净了这些人的血污,且我们在应当之处献祭,你将居住在洁净的殿堂中,

词汇与语法注释

  1. 1171οἰκεῖον ... τὸν φόνον — 形容词 οἰκεῖος(意为“家族的、亲属的”)修饰 φόνος(意为“杀戮、由杀戮带来的不洁”),与分词 κεκτημένοι(动词 κτάομαι“拥有”的完成时分词)连用。直译为“拥有着家族内部的杀戮”,指代奥雷斯特斯等人弑母的罪行。
  2. 1184ὡς δή σφε σῴσαις — 连词 ὡς 引入一个目的从句,表达托阿斯所怀疑的对方“意图”,后接愿望语气动词 σῴσαις。语气词 δή 带有确信或反讽意味,指明托阿斯推测伊菲革涅亚(虚构的)动机:“好让你趁着喜讯的愉悦而救下他们”。
  3. 1186ἐξένευσας — 动词 ἐκνεύω(意为“避开”、“偏向”)的不定过去时第二人称单数。在此处指伊菲革涅亚避开了肉亲情谊的诱惑,“偏向了女神的事务(神圣的职责)”,托阿斯以此赞扬她的敬虔。
  4. 1203οἶσθά νυν ἅ μοι γενέσθω; — 希腊悲剧特有的口语及戏剧惯用表达方式,在疑问句 οἶσθʼ ἅ...(“你知道什么吗……”)之后直接接第三人称命令语气动词 γενέσθω。直译为“你知道该为我做什么吗?”,但在实际语境中用于表达强烈的指示或命令:“听好我想要你做什么。”
  5. 1223ὡς φόνῳ φόνον ... ἐκνίψω — 连词 ὡς 引导目的从句,接虚拟语气动词 ἐκνίψω。短语 φόνῳ φόνον(“以血洗血”)是一种宗教仪式中的象征性对比表达,意指用祭祀动物(羊羔)的洁净之血,来相抵并洗去人类(弑母)因杀戮而沾染的污秽之血。

引用这一段

欧里庇得斯, 在陶里人那里的伊菲革涅亚 §1162-1231. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg013.humanitext-grc2:1162-1231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。