Humanitext Reader

欧里庇得斯 · 伊翁 §1-83

赫尔墨斯的开场白与伊翁的来历

第 1 段,共 19 段 · 希腊语

内容简介

赫尔墨斯讲述了自己的身世,以及阿波罗与雅典公主克瑞乌萨所生之子伊翁如何在德尔斐神殿抚养长大。随后,他透露了阿波罗计划让伊翁与克瑞乌萨夫妻重逢的安排,并随之离去。

§1Ἄτλας, ὁ χαλκέοισι §3ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατο §4Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.
阿特拉斯,他在青铜般的肩头托起天空,他生下了迈亚,而她生下了我—— 赫尔墨斯,我是最伟大的宙斯之仆,众神的侍者。
§5ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸν §6μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς §7τά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.
如今我来到了德尔斐的这片土地,在这里,福玻斯坐在中央的“大地之脐”上,向凡人吟唱,始终在神谕中预言着现在与未来之事。
§8ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις, §9τῆς χρυσολόγχου Παλλάδος κεκλημένη, §10οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις §11βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας §12Παλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς §13Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
在希腊人的城邦中,有一座并非默默无闻的城邦,它以手持金枪的帕拉斯之名命名,在那里福玻斯通过强迫的婚礼与埃雷克修斯的女儿克瑞乌萨结合,就在那阿提卡土地上雅典人帕拉斯山丘下的北侧岩石处,雅典的统治者们将该地称为“麦克拉”。
§14ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον — §15γαστρὸς διήνεγκʼ ὄγκον.
这事不为她的父亲所知——因为这对神明而言是合意的—— 她承受了腹中的重荷。
ὡς δʼ ἦλθεν χρόνος, §16τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφος §17ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ §18Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον §19κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ, §20προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς §21Ἐριχθονίου.
当时间到来时,她在屋中产下孩子,并将这赤子抱走,带到了她曾与神明同寝的同一处洞穴,克瑞乌萨这样做,并将其抛弃,任其死去,置于一个圆形的、中空的书箱里,坚守着祖先以及土地所生的埃里克托尼乌斯的传统。
κείνῳ γὰρ ἡ Διὸς κόρη §22φρουρὼ παραζεύξασα φύλακε σώματος §23δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι §24δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ §25νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις §26τρέφειν τέκνα.
因为宙斯的女儿曾给那人配上两条蛇作为身体的守护者、卫士,并交给阿格劳洛斯的少女们照管;因此,在那里的埃雷克修斯后裔中,有一种用金铸的蛇形饰物来抚养孩子的习俗。
ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν §27τέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ.
然而,这位少女将自己拥有的装饰品戴在孩子身上,便将他留下,任其死去。
§28κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε· §29ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα §30κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν — §31λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας §32αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει
于是,我的兄弟福玻斯向我请求道: ‘哦,兄弟,去往那土著居民的荣耀的雅典吧——因为你深知这位女神的城邦—— 从那中空的岩石中抱走那新生儿,连同他所在的器皿以及他身上的襁褓,送往德尔斐我的神谕所,并将他放在我殿堂的入口处。
§33ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια, §34καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν. §35τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς — §36ἡμῖν μελήσει.
至于其余的事——因为这孩子是我的,你应该知道—— 将由我来操办。
Λοξίᾳ δʼ ἐγὼ χάριν §37πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος §38ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι §39τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος §40ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς.
’而我,为了向我的兄弟洛克西阿斯示好,便提起了编织的箱子,将其带走,并将这孩子置于这座神殿的台阶上,打开了圆形箱子的编织盖,好让这孩子被人看见。
§41κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ §42προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·
正当太阳驾驭战车升起之时,神的女祭司正步入神殿。
§43ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ §44ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη §45λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον, §46ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·
她的目光落在这幼小的孩子身上,诧异是否会有德尔斐的少女敢于将私生的产物遗弃在神殿之中,她急于将他驱逐到祭坛之外。
§47οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸς §48συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων — §49τρέφει δέ νιν λαβοῦσα.
但出于怜悯,她放弃了无情——而神明也在暗中相助,使这孩子不被逐出神殿—— 她便收留并抚养了他。
τὸν σπείραντα δὲ §50οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ, §51ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.
然而,关于播下种子的福玻斯,她并不知道,也同样不知道生他的母亲是谁,而这孩子自己也对他的双亲一无所知。
§52νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς §53ἠλᾶτʼ ἀθύρων·
在他年轻的时候,在祭坛的祭品周围他一边游玩一边长大。
ὡς δʼ ἀπηνδρώθη δέμας, §54Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ §55ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις §56θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον.
当他身体成年之后,德尔斐人任命他为神明金库的守护者和所有物品的忠实掌管者,他在神圣的殿堂里,至今一直过着神圣庄严的生活。
§57Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν §58Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο· §59ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις, §60οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων· §61ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ §62γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο, §63οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς §64γεγὼς Ἀχαιός.
至于生下这位青年的克瑞乌萨,则因如下的变故嫁给了克苏托斯:在雅典人与占领尤波亚土地的卡尔科冬子嗣之间爆发了战争的风暴;克苏托斯在这场战争中协同作战并用长枪助其克敌,获得了与克瑞乌萨联姻的荣耀,他并非当地土著,而是宙斯之子埃俄罗斯的后代,是个阿开亚人。
χρόνια δὲ σπείρας λέχη §65ἄτεκνός ἐστι, καὶ Κρέουσʼ·
然而,长期的婚姻却使他无子,克瑞乌萨也是如此。
ὧν οὕνεκα §66ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε §67ἔρωτι παίδων.
为此,他们来到了阿波罗的这处神谕所,渴望能得到孩子。
Λοξίας δὲ τὴν τύχην §68ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.
而洛克西阿斯正将他们的命运引导至此,且神明并未置若罔闻,正如所见。
§69δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε §70Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι §71κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους §72γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου §73κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα.
因为他将把自己的儿子送给进入神殿的克苏托斯,并声称这孩子是克苏托斯所生,以便他回到母亲的家中能被克瑞乌萨认领,从而使洛克西阿斯的隐秘婚姻得以保密,同时孩子也能得到其应得的待遇。
§74Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός, §75ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα.
至于他本人,作为亚细亚土地的开创者,神明将使他在整个希腊被称为“伊翁”。
§76ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε, §77τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
好吧,我将步入这片月桂树繁茂的幽谷,以便查明关于这孩子命运的最终结果。
§78ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον §79τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα §80δάφνης κλάδοισιν.
因为我看到洛克西阿斯的这位后代正走出来,他要在神殿前用月桂树枝将明亮的门扉装点。
ὄνομα δʼ, οὗ μέλλει τυχεῖν, §81Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.
至于他将获得的那个名字,伊翁,我是神明中第一个如此称呼他的。
§82ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων §83Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
瞧,现在太阳那四马战车的璀璨车轮已经照亮了大地。

词汇与语法注释

  1. §1Ἄτλας, ὁ χαλκέοισι — 指“用青铜般的(肩膀托起天空的)阿特拉斯”。此处语法上被怀疑存在脱文(lacuna),但在传统的句法结构中,“Ἄτλας”被视作§3中动词“ἔφυσε”的主语。
  2. §14ἀγνὼς δὲ πατρί — “不为她的父亲所知”。形容词“ἀγνώς”带有与格“πατρί”,在此作被动意义使用。虽然在语法上也可以作主动解释(“不认识她的父亲”),但在脉络上是指克瑞乌萨向埃雷克修斯国王隐瞒了怀孕一意,因此采用被动解释更为合适。
  3. §44εἴ τις Δελφίδων τλαίη κόρη — “是否会有德尔斐的少女敢于……”。接续词“εἰ”在此并非表示直接的条件,而是引导依赖于动词“ἐθαύμασʼ”(诧异、怀疑)的间接疑问从句,配合希求法动词“τλαίη”来表达女祭司的推测与怀疑。
  4. §68κοὐ λέληθεν, ὡς δοκεῖ — “且神明并未置若罔闻,正如所见(世人所认为的那样)”。“ὡς δοκεῖ”是一个插入语。虽然也可以解释为“不为世人所知”,但在本脉络中,它强调了与人们可能持有的想法(即认为阿波罗遗弃了孩子)相反,神明实际上完全掌握并掌控着局势。

引用这一段

欧里庇得斯, 伊翁 §1-83. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:1-83

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。