Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯 §997-1100

雅典娜制止狂乱与赫拉克勒斯醒来

第 12 段,共 16 段 · 希腊语

内容简介

赫拉克勒斯在狂乱中杀死了妻子和剩下的孩子,但在雅典娜的干预下陷入沉睡。当他醒来时,发现自己被绑在柱子上,面对惨剧的遗迹感到震惊。

§997μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
母亲抱起他,并关上了大门。
§998ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν §999σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ §1000δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει.
而他,仿佛正立于那独眼巨人的城墙前,挖掘并用铁撬撬开门户,推倒了门柱,用一箭便将妻子与孩子双双射倒。
§1001κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον· §1002ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο, §1003Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ, §1004κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους, §1005ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον §1006καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα §1007νῶτον πατάξας, ὃς πεσήμασι στέγης §1008διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
随后,他如骑马般冲向对老人的杀戮;但一个幻像出现了,就其显现的样貌来看,是帕拉斯,在头盔饰羽上方愤怒地挥舞着长枪,并投出一块巨石砸中赫拉克勒斯的胸口,阻止了他那狂暴的杀戮,并使他落入沉睡;他倒在地上,背部撞在一根柱子上,那柱子因屋顶的坍塌已断成两截,横卧在基石之上。
§1010ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα §1009σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων §1011ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου §1012μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
而我们,在逃跑中停下脚步,与老人一同,用绳索编成的绳套扣件将他绑在柱子上,以便当他从睡梦中醒来时,不会再对已造成的惨剧增添任何恶行。
§1013εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα, §1014παῖδας φονεύσας καὶ δάμαρτʼ.
哀怜的他睡着不幸的觉,杀害了孩子和妻子。
ἐγὼ μὲν οὖν §1015οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
因此,我不知道凡人之中还有谁比他更悲惨。
§1016—ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα §1017τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι §1018τῶν Δαναοῦ παίδων· τάδε δʼ ὑπερέβαλε, παρ- §1020έδραμε τὰ τότε κακὰ τάλανι διογενεῖ κόρῳ.
——曾经阿耳戈斯的岩石所目睹的杀戮,在当时对希腊而言确实是最著名且不可置信的,即达那俄斯之女们的杀戮;但这些灾祸已超越并赶过了那时的惨剧,降临在这位可怜的宙斯之子身上。
§1021—μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι §1023θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦ §1024δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ.
——我可以提起普罗克涅对独子的杀戮,那是向缪斯献祭的;但你,哦,残忍的人,生下了三个孩子,却在疯狂的命运中亲手将他们毁灭。
§1025—αἰαῖ, τίνα στεναγμὸν §1026ἢ γόον ἢ φθιτῶν §1027ᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω;
——哀哉,我该发出何种呻吟,或何种哀悼,或死者的歌谣,或何种哈得斯的舞蹈之声?
§1028—φεῦ φεῦ·
——悲哉,悲哉!
§1029ἴδεσθε, διάνδιχα κλῇθρα §1030κλίνεται ὑψιπύλων δόμων.
你们看,这双扇大门正从高门华第中向两侧敞开。
§1031—ἰώ μοι·
——呜呼!
§1032ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς §1033ἄθλια κείμενα δυστάνου, §1034εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.
你们看,孩子们正横尸在倒霉的父亲面前,如此凄惨,而他因杀戮孩子,正睡在可怕的沉睡中。
§1035—περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτων §1036ἐρείσμαθʼ Ἡράκλειον §1037ἀμφὶ δέμας τάδε λαΐνοις §1038ἀνημμένα κίοσιν οἴκων.
——在赫拉克勒斯躯体周围绑着绳索以及多结的捆绑,这些绳索正缠绕着他的身体绑在石质的屋柱上。
§1039—ὁ δʼ ὥς τις ὄρνις ἄπτερον καταστένων §1040ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ §1041πικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε.
——而他,如同某只鸟儿哀悼无羽的雏鸟之痛,老人用迟缓的双足追寻着痛苦的旅程,来到了这里。
§1042Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ- §1043γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ- §1044λαθέσθαι κακῶν;
——卡德摩斯的长老们,难道你们不能静静地、静静地,让这位屈服于沉睡的人遗忘灾祸吗?
§1045κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ §1046τέκεα καὶ τὸ καλλίνικον κάρα.
——我为你落泪叹息,老人啊,也为孩子们,以及那曾经得胜的头颅。
§1047ἑκαστέρω πρόβατε, μὴ §1048κτυπεῖτε, μὴ βοᾶτε, μὴ §1049τὸν εὔδιʼ ἰαύονθʼ §1049aὑπνώδεά τʼ εὐνᾶς §1050ἐγείρετε.
——退后一些,不要制造声响,不要叫喊,不要唤醒这位正安祥安歇、在榻上沉睡的人。
§1050bοἴμοι.
——呜呼!
§1051φόνος ὅσος ὅδʼ
——这是何等巨大的杀戮!
§1051bἆ ἆ,
——啊,啊!
§1052διά μʼ ὀλεῖτε.
——你们会害死我。
§1052bκεχυμένος ἐπαντέλλει.
——流出的鲜血正不断上升。
§1053οὐκ ἀτρεμαῖα θρῆνον αἰ- §1054άξετʼ, ὦ γέροντες;
——难道你们不能静静地唱起哀歌吗,长老们?
§1055ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν, §1056ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει.
——否则,他一旦醒来,解开束缚,就会毁灭城邦,杀死父亲,并推倒这栋宅邸。
§1057ἀδύνατʼ ἀδύνατά μοι.
——这对我来说不可能,绝不可能。
§1057bσῖγα, πνοὰς μάθω· §1060φέρε πρὸς οὖς βάλω.
——安静,让我探查他的呼吸;且让我把耳朵贴近。
§1060bεὕδει;
——他睡着了吗?
§1060cναί, εὕδει §1061ὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον, §1064ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ.
——是的,他睡着了,睡在一场该死的、没有睡意的沉睡中,他杀了妻子,并用弓弦的鸣响杀死了孩子们。
§1065στέναζέ νυν — §1065bστενάζω.
——现在叹息吧—— ——我叹息。
§1066τέκνων ὄλεθρον — §1066bὤμοι.
——为了孩子们的毁灭—— ——呜呼!
§1067σέθεν τε παιδὸς — §1067bαἰαῖ.
——也为了你的孩子—— ——哀哉!
§1068ὦ πρέσβυ §1068bσῖγα σῖγα·
——哦,老人啊—— ——安静,安静!
§1069παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε, §1070ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
——他正在翻身,快要醒来动弹了;来,让我把身体藏在屋宇的阴影下。
§1071θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.
——放心,黑夜仍笼罩着你孩子的眼睑。
§1072ὁρᾶθʼ ὁρᾶτε.
——看啊,看啊!
τὸ φάος ἐκ- §1073λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ §1074φεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα, §1075πρὸς δὲ κακοῖς κακὰ μήσεται §1076πρὸς Ἐρινύσι θʼ αἷμα σύγγονον ἕξει.
离开光明虽然在这苦难中我并不逃避,可怜的我,但如果他杀了我这个父亲,他将在苦难之上再造苦难,并且除了复仇女神之外,他还将背负同族相残的血债。
§1078τότε θανεῖν σʼ ἐχρῆν, ὅτε δάμαρτι σᾷ §1079φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας §1080Ταφίων περίκλυστον ἄστυ πέρσας.
——当时你本该死去的,当你为了你的妻子,去清算她同胞兄弟的血债,摧毁了被海环绕的塔菲奥斯城邦之时。
§1081φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων §1082διώκετε· φεύγετε μάργον §1083ἄνδρʼ ἐπεγειρόμενον.
——逃吧,逃吧,长老们,远离这所屋子,赶快逃跑;避开这位狂暴的、正要醒来的男人。
§1084ἢ τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν §1085ἀνʼ αὖ βακχεύσει Καδμείων πόλιν.
——因为很快,他将杀戮叠着杀戮,再次让卡德摩斯的城邦陷入狂乱。
§1086ὦ Ζεῦ, τί παῖδʼ ἤχθηρας ὧδʼ ὑπερκότως §1087τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδʼ ἤγαγες;
——哦,宙斯,为什么你如此过分地憎恨你的孩子,并将他带入这苦难的深渊之中?
§1088ἔα·
——啊!
§1089ἔμπνους μέν εἰμι καὶ δέδορχʼ ἅπερ με δεῖ, §1090αἰθέρα τε καὶ γῆν τόξα θʼ Ἡλίου τάδε
——我还活着,并且看到了我该看到的东西,天空、大地,以及这太阳的箭矢。
§1091ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι §1092πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω §1093μετάρσιʼ, οὐ βέβαια, πνευμόνων ἄπο.
——但仿佛置身于波涛和心神狂乱之中,我陷入了可怕的状态,并吐出温热的呼吸,从肺部发出不稳的、急促的气息。
§1094ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος §1095νεανίαν θώρακα καὶ βραχίονα, §1096πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι §1097ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
——看啊,为什么我像一艘用缆绳系泊的船一样,束缚住年轻的胸膛和手臂,坐在一根半毁的石柱旁,坐在死者的近邻之座上?
§1098πτερωτά τʼ ἔγχη· τόξα δʼ ἔσπαρται πέδῳ, §1099ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσιν §1100ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο.
——羽箭和弓散落在地上,它们以前陪伴在我的手臂旁,保护我的肋部,也受到我的保护。

词汇与语法注释

  1. §1003ἐπὶ λόφῳ κέαρ — 解释为“在头盔饰羽上方愤怒地”。此处存在 ἐπὶ λόφῳ / λόφον 与 κέαρ / κέρ 的异文。我们将 κέαρ 视为关系宾格(就其内心/愤怒而言)或作副词性使用,描绘了帕拉斯·雅典娜在头盔羽饰摇曳中愤怒地挥舞长枪的姿态。
  2. §1040ὠδῖνα τέκνων — ὠδῖνα 本意为“分娩之痛”或“阵痛”,但在此处比喻性地指“对孩子们感到的极度痛苦、慈爱或精神上的折磨”。属格 τέκνων 起宾格性属格的作用(因孩子们而感到的痛苦)。
  3. §1094τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος — 疑问副词 τί(为什么、为了什么)引导整个句子的提问,完成时被动分词 ὡρμισμένος(被系泊的)修饰 §1097 的主动词 ἧμαι(我坐着)。比较副词短语 ναῦς ὅπως(如同船一样)修饰该分词。

引用这一段

欧里庇得斯, 赫拉克勒斯 §997-1100. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg009.humanitext-grc2:997-1100

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。