§1221πολὺν πατρῴας γῆς ἀπεξενωμένοις·
那些长期背井离乡、流落异国的人。
波吕墨斯托耳:但你甚至直到现在,也未敢放手,而是占有着它,至今仍藏在你的府邸中。
§1224καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφειν §1225σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος· §1226ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι §1227φίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους.
赫卡贝:然而,如果你按照应有的方式抚养那个孩子,拯救了我的儿子,你本可获得高尚的名声;因为在逆境中,真正的朋友最为显明;而顺境本身自然各自拥有朋友。
§1228εἰ δʼ ἐσπάνιζες χρημάτων, ὃ δʼ εὐτύχει, §1229θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας· §1230νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῷ φίλον, §1231χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοί, §1232αὐτός τε πράσσεις ὧδε.
如果你当时缺少钱财,而他正处于顺境,我的儿子本可以成为你巨大的财富;而如今,你既没有他作你的朋友,黄金的益处付诸东流,你的孩子们也已死去,你自己也落得如此下场。
σοὶ δʼ ἐγὼ λέγω, §1233Ἀγάμεμνον, εἰ τῷδʼ ἀρκέσεις, κακὸς φανῇ· §1234οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν, §1235οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον· §1236αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν §1237τοιοῦτον ὄντα δεσπότας δʼ οὐ λοιδορῶ.
阿伽门农啊,我对你说,如果你庇护这人,你将显得邪恶;因为你优待的,是一个既不虔敬、对分内之人又不忠实、既不神圣也不公正的客人;我们便会说你本身也乐于与恶人同道,既然你是这样的人;但我并无意诋毁我的主人。
歌队:哎呀,对凡人而言,正直的事理总能给人们提供发表精彩言论的契机。
§1240ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά, §1241ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει, §1242πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε.
阿伽门农:裁决他人的恶行对我而言诚然沉重,但依然势在必行;因为既然已经接手此事,若再推脱,便会带来耻辱。
§1243ἐμοὶ δʼ, ἵνʼ εἰδῇς, οὔτʼ ἐμὴν δοκεῖς χάριν §1244οὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον, §1245ἀλλʼ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.
在我看来——你要明白这一点——你杀害客人既非为了我,也非为了阿开亚人,只是为了把那黄金据为己有。
§1246λέγεις δὲ σαυτῷ πρόσφορʼ ἐν κακοῖσιν ὤν.
如今身陷逆境,你便专挑对自己有利的说。
或许在你们那里,杀害客人是件轻而易举的事;但对我们希腊人而言,这却是奇耻大辱。
§1249πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
若我判定你无罪,我又怎能逃脱世人的谴责?
§1250οὐκ ἂν δυναίμην.
我做不到。
ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰ §1251πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
既然你竟敢做出这等不义之事,那就也请承受随之而来的痛苦吧。
波吕墨斯托耳:唉,看来我急需败给了一个女人,败给一个女奴,还要在卑劣者手下受罚。
§1254οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
赫卡贝:如果你确实作恶多端,难道这不公正吗?
§1255οἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν, τάλας.
波吕墨斯托耳:哀哉,我的孩子们,还有我的眼睛! 我好命苦啊!
§1256ἀλγεῖς·
赫卡贝:你痛苦吗?
τί δʼ;
可我又如何?
ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
你以为我不为我的孩子悲伤吗?
§1257χαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ;
波吕墨斯托耳:你因侮辱我而感到快乐吗,你这恶毒的妇人?
§1258οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;
赫卡贝:既然我已经向你复了仇,难道我不该高兴吗?
波吕墨斯托耳:但这份快乐不会长久,一旦那大海的波涛—— 赫卡贝:难道会将我载往希腊之地的疆界吗?
§1261κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
波吕墨斯托耳:不,它将在你从桅杆顶部落下时,将你吞没遮蔽。
§1262πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
赫卡贝:被迫做出如此猛烈的一跃,这又是受谁指使?
§1263αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.
波吕墨斯托耳:你将亲自用双脚爬上船的桅杆。
§1264ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;
赫卡贝:是用长着翅膀的脊背,还是用什么别的方法?
§1265κύων γενήσῃ πύρσʼ ἔχουσα δέργματα.
波吕墨斯托耳:你将变成一只双眼通红的狗。
§1266πῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
赫卡贝:你怎么会知道我形体上的这种转变?
§1267ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.
波吕墨斯托耳:色雷斯人的预言者狄奥尼索斯曾告诉我这些。
§1268σοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
赫卡贝:那他可曾向你透露过,你如今所遭受的任何不幸?
§1269οὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλῳ.
波吕墨斯托耳:否则,你绝无可能用诡计将我如此擒获。
§1270θανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βίον;
赫卡贝:我是死是活,最终将在那里结束生命?
波吕墨斯托耳:死;而你的坟墓将被冠以一个名字—— 赫卡贝:与我的身形转变有关,还是你会怎么称呼它?
§1273κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
波吕墨斯托耳:“可怜恶犬之冢”,航海之人的明灯。
§1274οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.
赫卡贝:这我毫不介意,只要你已经在我手中得到了应得的惩罚。
§1275καὶ σήν γʼ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.
波吕墨斯托耳:而且你的女儿卡珊德拉也注定要死。
§1276ἀπέπτυσʼ·
赫卡贝:我唾弃这话!
αὐτῷ ταῦτα σοὶ δίδωμʼ ἔχειν.
我把这诅咒原封不动地奉还给你。
§1277κτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά.
波吕墨斯托耳:这男人的妻子,那守在家中的狠毒妇人,将亲手杀了她。
§1278μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.
赫卡贝:愿廷达瑞俄斯的女儿永远不至于这般疯狂。
§1279καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω.
波吕墨斯托耳:她还会杀了这男人自己,高高举起板斧。
§1280οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;
阿伽门农:喂,你这家伙,疯了吗,自己讨打受罪?
§1281κτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει.
波吕墨斯托耳:杀我吧! 因为在阿耳戈斯,血腥的浴池正等着你。
§1282οὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;
阿伽门农:仆役们,还不快用力把他强行拖下去?
§1283ἀλγεῖς ἀκούων;
波吕墨斯托耳:听见这话让你痛苦了吗?
§1283bοὐκ ἐφέξετε στόμα;
阿伽门农:你们还不堵上他的嘴?
§1284ἐγκλῄετʼ·
把他关起来!
εἴρηται γάρ.
该说的他都说完了。
尽速将他遗弃在某处荒凉的孤岛上,既然他如此傲慢无理地大放厥词。
§1287Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺς §1288στείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼν §1289σκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰς §1290πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.
赫卡贝啊,而你,可怜的妇人,前去埋葬这两具尸体;特洛伊的女人们,你们必须回到主人们的帐篷里去;因为我已看见这些顺风正吹拂着,要把我们送回故乡。
愿我们能顺利航回祖国,愿我们能看到家中一切安好,从此免受这些辛劳之苦。