Humanitext Reader

欧里庇得斯 · 安德洛玛刻 §1196-1288

忒提斯显现与对佩琉斯的预言

第 15 段,共 15 段 · 希腊语

内容简介

在佩琉斯为孙子的死以及自己的孤独而绝望哀悼之际,海洋女神忒提斯从天而降,宣布了涅俄普托勒摩斯的光荣安葬以及佩琉斯自身的升格神化,从而将这出悲剧导向终结。

§1196βροτὸς εἰς θεὸν ἀνάψαι.
凡人将(罪责)归咎于神明。
§1197ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις
呜呼哀哉!
§1198νόμῳ τῷ §1199νερτέρων κατάρξω.
我要按照逝者的习俗,用哀歌为死去的主人开始悼念。
§1200ὀττοτοτοτοῖ, διάδοχα δ’ ὦ τάλας ἐγὼ
呜呼哀哉!
§1201γέρων καὶ §1202δυστυχὴς δακρύω.
继而,我这悲惨、年迈且不幸的人,也洒下热泪。
§1203θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.
因为这是神明的定数,是神明促成了这场灾祸。
§1204ὦ φίλος, §1205δόμον ἔλιπες ἔρημον, §1206ὤμοι μοι, ταλαίπωρον ἐμὲ §1207γέροντ’ ἄπαιδα νοσφίσας.
噢,亲爱的人啊,你丢下空荡荡的家去了,哀哉,让我这悲惨、无子嗣的老人独自承受孤单。
§1208θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.
老人啊,你本该,本该在孩子们之前死去的。
§1209οὐ σπαράξομαι κόμαν, §1210οὐκ ἐμῷ’πιθήσομαι §1211κάρᾳ κτύπημα χειρὸς ὀλοόν;
难道我不该撕扯头发,难道我不该用双手痛击我的头部吗?
ὦ πόλις,
城邦啊!
§1212διπλῶν τέκνων §1213μ’ ἐστέρησ’ ὁ Φοῖβος.
福玻斯夺走了我的双子(子嗣)。
§1214ὦ κακὰ παθὼν ἰδών τε δυστυχὴς γέρον, §1214aτίν’ αἰῶν’ §1215εἰς τὸ λοιπὸν ἕξεις;
遭受并目睹了灾祸的不幸老人啊,此后你将度过怎样的残生?
§1216ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν §1216aδιαντλή- §1217σω πόνους ἐς Ἅιδαν.
无儿无女,孤独无依,灾祸永无止境,我将历尽艰辛,直至步入哈德斯(冥府)。
§1218μάτην δέ σ’ ἐν γάμοισιν ὤλβισαν θεοί.
神明在婚礼中对你的祝福,终究成了一场空。
§1219ἀμπτάμενα §1219aφροῦδα πάντα, κεῖται §1220κόμπων μεταρσίων πρόσω.
烟消云散,一切皆空,那高傲的虚荣早已不复存在。
§1221μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ.
你独自一人,在空寂无人的宅邸中徘徊。
§1222οὐκέτ’ εἶ, πόλις, πόλις,
你不复存在了,城邦啊,城邦!
§1223σκῆπτρά τ’ ἐρρέτω τάδε
让这王权之杖也毁灭吧!
§1224σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη, §1224aπανώλεθρόν §1225μ’ ὄψεαι πίτνοντα
还有你,深邃阴暗洞穴中的涅柔斯之女啊,你将看见我彻底毁灭倒下!
§1226ἰὼ ἰώ·
哎呀,哎呀!
§1226aτί κεκίνηται;
是什么在动?
τίνος αἰσθάνομαι §1227θείου;
我感受到了什么神圣的气息?
κοῦραι, λεύσσετ’ ἀθρήσατε·
少女们,看啊,仔细端详!
§1228δαίμων ὅδε τις λευκὴν αἰθέρα §1229πορθμευόμενος τῶν ἱπποβότων §1230Φθίας πεδίων ἐπιβαίνει.
某位神明正穿过洁白的天空,降临在养育良马的弗提亚平原上。
§1231Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων §1232ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.
佩琉斯啊,因着我们往昔的婚姻,我,忒提斯,离开涅柔斯的府邸来到了这里。
§1233καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖς §1234μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα·
首先,我劝你对于眼前的灾难切莫过度悲伤。
§1235κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα, §1236ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας §1237Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.
因为即便是本该诞下免于悲伤之子的我,也失去了与你所生的、那足捷的阿喀琉斯——希腊最杰出的儿子。
§1238ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου.
我将说明我为何而来,你当洗耳恭听。
§1239τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνον §1240θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν, §1241Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος §1242φόνον βίαιον τῆς Ὀρεστείας χερός·
将死去的阿喀琉斯之子送到皮托的祭坛旁安葬,成为德尔斐人的耻辱,让他的坟墓昭示那出自奥雷斯特斯之手的暴行。
§1243γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω, §1244Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον, §1245Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις, §1246καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνον §1247λελειμμένον δή.
至于那女俘,也就是安德洛玛刻,老人啊,她必须前往摩罗西亚之地居住,与赫勒诺斯结为夫妇,还有这个孩子,他是埃阿科斯血脉中唯一幸存的后嗣。
βασιλέα δ’ ἐκ τοῦδε χρὴ §1248ἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίας §1249εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον §1250γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον, §1251Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει, §1252καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.
自他以后,摩罗西亚的王位当父子相传,繁荣昌盛;因为,老人啊,你我以及特洛伊的血脉,绝不至于落到如此灭绝的境地;因为神明依然眷顾着特洛伊,尽管它因帕拉斯的执意而覆灭。
§1253σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν, §1255κακῶν ἀπαλλάξασα τῶν βροτησίων §1256ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.
至于你,为了让你明白与我共枕的恩泽,我将使你摆脱凡间的种种灾难,将你升格为不死不朽的神明。
§1257κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα §1258τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ·
从今往后,你将作为神明,在涅柔斯的府邸中与我这位女神共同生活。
§1259ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα §1260τὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέα §1261ὄψῃ δόμους ναίοντα νησιωτικοὺς §1262Λευκὴν κατ’ ἀκτὴν ἐντὸς Εὐξείνου πόρου.
从那里,你将踏着不干不湿的脚步走出海洋,看见你我最心爱的儿子阿喀琉斯,正居住在厄克辛海峡内白岸的岛屿府邸中。
§1263ἀλλ’ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν §1264νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ §1265ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν §1266Σηπιάδος ἵζου·
起来吧,抬着这具尸体前往神圣的德尔斐城,将他安葬在泥土中,然后前往塞皮亚斯古老岩礁的幽深凹陷处,在那里等候。
μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸς §1267λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν §1268ἔλθω κομιστήν σου·
待到我领着五十名涅瑞伊得斯的歌舞队从海中走来,接引你离去。
τὸ γὰρ πεπρωμένον §1269δεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε.
因为你必须履行那注定的命运,这正是宙斯的意旨。
§1270παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ· §1271πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν §1272ψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται.
停止对死者的悲哀吧;因为这是神明对所有人下达的判决,死亡是人人必须偿还的债务。
§1273ὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα, §1274Νηρέως γένεθλον, χαῖρε·
噢,尊贵的女士,高贵的床伴,涅柔斯的后代,愿你安好!
ταῦτα δ’ ἀξίως §1275σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.
你的所作所为无愧于你自身,也无愧于你所生的孩子们。
§1276παύω δὲ λύπην σοῦ κελευούσης, θεά, §1277καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς, §1278οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.
女神啊,遵从你的嘱托,我将停止悲痛;安葬他之后,我便前往佩利翁的山谷,曾几何时,我正是在那里亲手抱住了你那绝美的身躯。
§1279κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼν §1280δοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται, §1281κακῶν δὲ λέκτρων μὴ’πιθυμίαν ἔχειν, §1282μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;
既然如此,凡是明智图谋之人,难道不该娶高贵门第之女,并将女儿嫁予贤能之士,而不该贪图卑微的婚配,哪怕它能为家中带来无比丰厚的嫁妆?
§1284πολλαὶ μορφαὶ τῶν δαιμονίων, §1285πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· §1286καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, §1287τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
神圣事迹多姿多彩,神明往往出人意料地成就许多事;人们所期盼的并未实现,神明却为料想不到的事开辟了道路。
§1288τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.
这出戏的结局正是如此。

词汇与语法注释

  1. 1196βροτὸς εἰς θεὸν ἀνάψαι — 延续自前文(§1189–1191)中的 ὤφελ’(但愿……),构成表示愿望或不平的动词不定式短语:“凡人竟将(罪责)归咎于神明”。
  2. 1199κατάρξω — 可作将来时直陈语气或不定过去时虚拟语气。此处被理解为表示自发决断或自问语气的虚拟语气(deliberative subjunctive),展现说话者开始哀悼仪式的决心。
  3. 1221μόνος μόνοισιν — 表示“独自、孤寂”的形容词并置。μόνος 形容佩琉斯个人,而 μόνοισιν 修饰 δόμοις(宅邸),双重强调了佩琉斯的孤独以及他家园的空虚寂静。
  4. 1235ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα — 关系代词 ἣν(指代忒提斯)作为不定式 τίκτειν 的主格对格,受非人称过去时动词 χρῆν(本该)支配。意为“我这个本该诞下无需为之流泪(即免于死亡)之子的母亲”。
  5. 1259ξηρὸν ἐκ πόντου πόδα — 字面意为“自海中(迈出)干燥的脚步”。这象征着佩琉斯升格为神之后的超自然属性,使他能够不湿双脚地跨越海洋。
  6. 1279κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼν — 句首的否定词 οὐ 与非人称动词/名词 χρεών(应当、必须)结合,构成反问句:“既然如此,难道不应当娶高贵之女……吗?”以此表达强烈的肯定主张。

引用这一段

欧里庇得斯, 安德洛玛刻 §1196-1288. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg006.humanitext-grc2:1196-1288

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。