Humanitext Reader

欧里庇得斯 · 阿尔克斯提斯 §282-360

阿尔凯斯蒂斯的恳求与阿德墨托斯的誓言

第 4 段,共 13 段 · 希腊语

内容简介

阿尔凯斯蒂斯道出了代替丈夫阿德墨托斯赴死的原因,并恳求他不要为了孩子们娶继母。阿德墨托斯应允了这一请求,誓言终身为她服丧,并将在床榻上放置她的雕像以寄托思念。

§282ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς §283ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν, §284θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν, §285ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον, §286καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
我尊重你,用我自己的生命换取你继续看这光芒,为你而死,尽管我本可以不死,而是可以嫁给我想要的任何色萨利人,并住在王权所赐福的幸福府邸中。
§287οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου §288σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην §289ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ.
我不愿与你分离,带着成了孤儿的孩子们苟活;我也未曾吝惜我的青春,尽管我拥有那些曾让我快乐的事物。
§290καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν, §291καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου, §292καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
然而,生你的父亲和孕育你的母亲却背弃了你,尽管对他们而言,这本是生命中死去的极好时机,也是救下孩子并光荣死去的极好时机。
§293μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν §294σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
因为你是他们独一无二的孩子,没有任何希望在死后还能再生育别的孩子。
§295κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον, §296κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες §297καὶ παῖδας ὠρφάνευες.
这样一来,我与你本可以共同度过余下的岁月,你也不用因失去妻子而呻吟,抚养着孤儿。
ἀλλὰ ταῦτα μὲν §298θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν.
然而,这确实是某位神明所作的安排,使事情成了这般局面。
§299εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν· §300αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε· §301ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον— §302δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς §303οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς·
罢了,现在请你记住并向我回报这份恩情;因为我将向你请求——绝不是等同的分量,因为没有什么比生命更宝贵—— 但这是公正的,正如你也会承认的那样;因为你对这些孩子的爱绝不会少于我,如果你理智清明。
§304τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων, §305καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις, §306ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ §307τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
请容许他们成为我府邸的主人,不要给这些孩子娶一个继母,她若是个比我差的女人,会出于嫉妒而向你我的孩子们痛下毒手。
§308μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ.
万万不可做这种事,我恳求你。
§309ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοις §310τοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα.
因为新进门的继母对前妻的孩子们总是充满敌意,绝不比毒蛇温和。
§311καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν, §313σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
男孩倒是有父亲作为高大的堡垒,但你,我的孩子,要如何才能安度你的少女时代?
§314ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
迎来的会是你父亲怎样的伴侣呢?
§315μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα §316ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
唯恐她给你泼洒耻辱的恶名,在你青春正盛之时毁了你的婚事。
§317οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ §318οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον, §319παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον.
因为母亲再也无法为你操办婚礼,也无法在你生产时守护身旁、给你鼓励,我的孩子,而在那时候,没有什么比母亲更温柔慈祥的了。
§320δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον §321οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν, §322ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι.
因为我必须死;这灾祸既非在明日,亦非在每月的第三日临头,而是立刻,我便要被列入不再存在的人们之中了。
§323χαίροντες εὐφραίνοισθε·
祝你们幸福快乐!
καὶ σοὶ μέν, πόσι, §324γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν, §325ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.
对你,丈夫,你可以自豪地夸耀娶到了最优秀的妻子;对你们,孩子们,你们可以自豪地夸耀诞生于这样一位母亲。
§326θάρσει·
(歌队)放心吧!
πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι· §327δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
我毫不犹豫地替他发言:他一定会这样做,只要他没有丧失理智。
§328ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ §329καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ §330μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε §331τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
(阿德墨托斯)一定会这样的,一定会这样,不要害怕;因为我活时拥有你,死后也唯有你被称为我的妻子,绝不会有任何色萨利新娘能替代你,称呼这个男人为丈夫。
§332οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς §333οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
没有任何女人有如此高贵的门第,也没有人能在容貌上如此出类拔萃。
§334ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι §335θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.
孩子们已经足够了;我只向神明祈求能从他们身上得到慰藉,因为我们无法再从你身上得到快乐。
§336οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν, §337ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι, §338στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν §339πατέρα·
我为你服丧不仅是一年,而是只要我的生命还在延续,妻子啊;同时我将憎恨生我的母亲,嫌恶我的父亲。
λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.
因为他们只是在言语上爱我,行动上却非如此。
§340σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα §341ψυχῆς ἔσωσας.
而你,却用最宝贵的东西换取了我的生命,救了我。
ἆρά μοι στένειν πάρα §342τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν;
难道在失去你这样一位妻子时,我不该哀痛呻吟吗?
§343παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας §344στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.
我将终结宴乐与同伴的聚会,不再戴花冠,也不再让曾充盈我府邸的音乐响起。
§345οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι §346οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν §347αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
因为我绝不再抚摸竖琴,也绝不提振精神随着利比亚的长笛声吟唱;因为你夺走了我生命的快乐。
§348σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν §349εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται, §350ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας §351ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις §352δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν· §353ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος §354ψυχῆς ἀπαντλοίην ἄν.
工匠们用巧手雕刻成你模样的塑像将安放在床榻上,我将俯在上面,用双手紧紧抱住它,呼唤着你的名字,仿佛将我心爱的妻子搂在怀中,尽管我并非真正拥有你;我知道这只是一种冰冷的慰藉,但即便如此,它也能排遣我灵魂的沉重负担。
ἐν δ’ ὀνείρασι §355φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους §356κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον.
你若能在梦中探望我,使我欢喜,那该多好;因为即使是在夜里,能在那获准的片刻看见所爱之人,也是令人甜美的。
§357εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν, §358ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν §359ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν, §360κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων
如果我有奥尔甫斯的歌喉与乐才,能用赞美诗感化德墨忒尔的女儿或是她的丈夫,从而将你带出阴间,我定会下到冥界去,不管是普路托的恶犬,

词汇与语法注释

  1. 300ἀξίαν μὲν οὔποτε — 意为“绝不是等同的回报”。此处可理解为省略了宾格阴性单数名词 χάριν(恩情、回报)或类似的词(如 ἀμοιβήν)。
  2. 326πρὸ τούτου — 介词 πρὸ 接属格代词 τούτου,在此表示“代表他”或“替他”,指歌队代替阿德墨托斯做出回应。
  3. 340ἀντιδοῦσα — 动词 ἀντιδίδωμι(作为交换而给予)的阴性单数主格不定过去时分词。属格短语 τῆς ἐμῆς ψυχῆς(为了我的生命)作为表示交换的属格,修饰该分词。
  4. 352καίπερ οὐκ ἔχων ἔχειν — 让步分词短语 καίπερ οὐκ ἔχων(尽管并不拥有)支配不定式 ἔχειν(拥有),构成了一种矛盾修辞法:“(在怀中)看似拥有,尽管并非真正拥有”。
  5. 358ὥστ’ ... λαβεῖν — 连词 ὥστε 引导结果从句,后接不定式 λαβεῖν(带回、救出)。不定过去时主动分词 κηλήσαντα(感化、魅了)在性、数、格上与该不定式逻辑上的宾格主语(“我”)保持一致。

引用这一段

欧里庇得斯, 阿尔克斯提斯 §282-360. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg002.humanitext-grc2:282-360

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。