§1004χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης.
愿你安好,尊贵的女神,赐予我们福祉。
τοῖαί νιν προσεροῦσι §1005φῆμαι.
”这样的言语将向她诉说。
歌队:且看,那似乎是阿尔克墨涅之子,阿德墨托斯,正朝你的炉边走来。
§1008φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως, §1009Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν §1010σιγῶντʼ.
赫拉克勒斯:对待朋友,理当坦诚直言,阿德墨托斯,而不该将怨尤藏在心底保持缄默。
ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν §1011ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος· §1012σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν §1013γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις.
我曾认为,在你的灾难降临时,自己配得上站在你身旁,被视作真正的朋友;但你却没有告诉我,那停放着的尸体是你的妻子,反而在府上设宴款待我,仿佛你只是在为外人的丧事而忙碌。
§1014ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων. §1015κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην §1016σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
于是我戴上花冠,在神前斟酒奠祭,而这却是在你那正遭受不幸的家中。
遭受了这样的对待,我确实责怪你,责怪你,但我绝不想在你处于困境时再使你痛苦。
γυναῖκα τήνδε μοι σῷσον λαβών, §1021ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων §1022ἔλθω, τύραννον Βιστόνων κατακτανών.
请替我接纳并看管好这个女人,直到我把色雷斯的战马带到这里,在斩杀了比斯托内斯人的国王之后。
§1023πράξας δ’ ὃ μὴ τύχοιμι—νοστήσαιμι γάρ—
若我遭遇了我不愿发生的事——但愿我能生还!
§1024τήνδε σοῖσι προσπολεῖν δόμοις.
—— 就让这个女人在你的府上作女佣。
§1025πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς· §1026ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς §1027τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον, §1028ὅθεν κομίζω τήνδε νικητήρια §1029λαβών·
她可是经历了一番艰苦的劳顿才落入我的手中;因为我发现有人举办了一场全民竞技,伴随着值得运动员为之流汗奋斗的赛事,我便从此地赢得了这女人作为胜利的奖品。
τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν §1030ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα §1031νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια· §1032γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ·
因为对于那些轻量级比赛的胜出者,奖品是牵走骏马;而对于那些赢得更重大比赛,即拳击和摔跤的得胜者,则是牛群;而一个女人则作为伴随的奖品。
ἐντυχόντι δὲ §1033αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές.
既然遇到了,若错失这份光荣的获益,对我而言实在是种耻辱。
但是,正如我所说,你必须照料这个女人;因为我并非偷盗而来,而是通过汗水赢得她并来到此地。
χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.
随着时间的推移,或许你也会赞许我的做法。
§1037οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς §1038ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας· §1039ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον, §1040εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου· §1041ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.
阿德墨托斯:我绝非因为轻视你,或者把你当作无耻之徒,才向你隐瞒了我妻子那悲惨的命运;只是,如果你因此动身前往其他客人的府上,这只会使我的痛苦雪上加霜;对我而言,仅仅哭泣我自己的灾难就已经足够了。
§1042γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ, §1043ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ §1044σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι §1045ξένοι Φεραίων·
但是至于这个女人,如果行得通的话,我恳求你,大人,去命令其他没有像我这样遭受不幸的色萨利人去收留她吧;你在费拉伊人中有很多朋友。
μή μ’ ἀναμνήσῃς κακῶν.
请不要唤起我的痛苦。
§1046οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν §1047ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον §1048προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι.
我若看到她在屋里,绝不可能不流下眼泪;请不要给已经身患重病的我再增添病痛;因为我的灾祸已经够沉重了。
§1049ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή;
况且,这样一个年轻女人该在府上何处安顿?
§1050νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.
因为从衣着和首饰来看,她显然还很年轻。
§1051πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην;
难道要让她住进男仆们的房间里吗?
τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον §1054εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
赫拉克勒斯啊,想要约束一个血气方刚的年轻人绝非易事;我这也是在为你着想。
§1055ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;
或者,要我把她安置在已故妻子的闺房里吗?
§1056καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
可是,我又怎能把这个女人带上她的床榻?
§1057διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν, §1058μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν §1059προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας, §1060καὶ τῆς θανούσης·
我害怕双重的指责,一方面来自国人,唯恐有人指责我背叛了自己的恩人,倒在另一个年轻女人的怀里,另一方面则来自那亡妻;而她理当受到我的尊崇。
ἀξία δέ μοι σέβειν· §1061πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν.
我必须极其审慎。
σὺ δʼ, ὦ γύναι, §1062ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι §1063μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας.
至于你,女人啊,无论你是谁,你都要知道,你的身段与阿尔克斯提斯一模一样,你的体态也极像她。
§1064οἴμοι.
痛哉!
κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων §1065γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον.
求你看在众神的份上,把这女人从我眼前带走吧,不要摧毁已经崩溃的我。
§1066δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν §1067ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων §1068πηγαὶ κατερρώγασιν·
因为望着她,我仿佛看到了我的妻子;这让我的心一阵绞痛,我的双眼泪如泉涌。
ὦ τλήμων ἐγώ, §1069ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
哦,悲惨的我啊,如今我才尝到了这苦涩悲哀的滋味。
歌队:我无法说这命运是件好事;但无论你是谁,都必须默默忍受神明赐予的一切。
§1072εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν §1073ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων §1074γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
赫拉克勒斯:若我有这般神力,能将你的妻子从冥府的深渊带回光明之中,并将这份恩惠呈献给你!
§1075σάφ’ οἶδα βούλεσθαί σ’ ἄν.
阿德墨托斯:我深知你是乐意这么做的。
ἀλλὰ ποῦ τόδε;
但这怎么可能呢?
§1076οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
死者是绝不可能重回光明的。
§1077μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε.
赫拉克勒斯:那么就不要哀通过度,理当克制地承受。
§1078ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
阿德墨托斯:劝解旁人容易,身历其境去坚忍却难。
§1079τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν;
赫拉克勒斯:但如果你想永远哀叹,这又于事何补?
§1080ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.
阿德墨托斯:我自己也明白,但某种爱意驱使着我不能自已。
§1081τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.
赫拉克勒斯:因为眷恋死者只会换来眼泪。
§1082ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω.
阿德墨托斯:她毁了我,其程度甚至超越了我的言语所表。