Humanitext Reader

欧里庇得斯 · 阿尔克斯提斯 §1083-1163

阿尔克斯提斯的归来与夫妻重聚

第 13 段,共 13 段 · 希腊语

内容简介

赫拉克勒斯迫使阿德墨托斯收留他在竞技中赢得的女子。当阿德墨托斯不情愿地牵起她的手时,发现她正是从冥府复活归来的妻子阿尔克斯提斯,全剧在奇迹般的团圆中落幕。

§1083γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
赫拉克勒斯:你失去了一位贤惠的妻子,谁能否定这一点?
§1084ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ.
阿德墨托斯:以至于这男子不再乐于生活。
§1085χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν.
赫拉克勒斯:时间会抚平一切,但现在这痛苦依然新鲜。
§1086χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
阿德墨托斯:如果“死”就是“时间”的话,你大可以谈论“时间”。
§1087γυνή σε παύσει καὶ νέου γάμου πόθοι.
赫拉克勒斯:一个女人和对新婚的渴望会让你止步。
§1088σίγησον·
阿德墨托斯:闭嘴!
οἷον εἶπας.
你竟说出这样的话!
οὐκ ἂν ᾠόμην.
我绝想不到。
§1089τί δʼ;
赫拉克勒斯:为何?
οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος;
难道你真的不再娶,而让床榻一直空着吗?
§1090οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.
阿德墨托斯:没有任何女人会与这男子同眠。
§1091μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;
赫拉克勒斯:难道你还指望能对那死去的妻子有什么益处吗?
§1092κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
阿德墨托斯:无论她在何处,她都理应受到尊崇。
§1093αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.
赫拉克勒斯:我赞许,确实赞许;但你却落得了愚蠢的名声。
§1094ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.
阿德墨托斯:你就当永远不会再称这男子为新郎吧。
§1095ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος.
赫拉克勒斯:我赞许你,因为你对妻子是一位忠实的朋友。
§1096θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
阿德墨托斯:即使她已不在,如果我背叛她,愿我死去!
§1097δέχου νυν εἴσω τήνδε γενναίων δόμων.
赫拉克勒斯:那么,请把这女人接进你高贵的府邸吧。
§1098μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
阿德墨托斯:不要,求求你,凭着生你的父神宙斯的名义!
§1099καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
赫拉克勒斯:然而,如果你不这样做,你必定会犯下过错。
§1100καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.
阿德墨托斯:而如果我做了,我的心将被悲痛噬咬。
§1101πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.
赫拉克勒斯:听我的吧;因为这份恩惠或许正合时宜。
§1102φεῦ.
阿德墨托斯:唉!
§1102aεἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε.
但愿你从未在竞技中赢得这个女人!
§1103νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.
赫拉克勒斯:然而,当我获胜时,你也是与我一同获胜的。
§1104καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.
阿德墨托斯:说得好;但还是让这女人离去吧。
§1105ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει.
赫拉克勒斯:如果必须去,她会走的;但首先请看是否确实有此必要。
§1106χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
阿德墨托斯:确实必要,只要你不会因此对我动怒。
§1107εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.
赫拉克勒斯:我心中有数,才会如此坚持地劝说。
§1108νίκα νυν.
阿德墨托斯:那你赢了。
οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
不过你所做的并非我所愿。
§1109ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
赫拉克勒斯:但总有一天你会赞许我的,只需顺从。
§1110κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.
阿德墨托斯:带她进去吧,如果必须在府上收留这个女人的话。
§1111οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.
赫拉克勒斯:我绝不把这女人交给仆人们。
§1112σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους.
你自己把她领进屋里去吧,如果你愿意的话。
§1113ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
阿德墨托斯:不,我做不到。
§1114οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.
相反,你应该亲自把她带进去。
§1115τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ.
阿德墨托斯:我绝不碰她;不过她可以进屋去。
§1116ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε.
赫拉克勒斯:我只信任你的右手。
§1117τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
阿德墨托斯:主人啊,你在强迫我不情愿地做这件事。
§1118καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν.
赫拉克勒斯:鼓起勇气伸出手来,触碰这位异乡女子吧。
§1119ἔχεις;
阿德墨托斯:瞧,我伸出去了,简直就像去斩戈耳工的头颅一般。
§1119bἔχω;
赫拉克勒斯:牵到了吗?
ναί.
阿德墨托斯:牵到了吗?
§1119cσῷζέ νυν, καὶ τὸν Διὸς
是的。
§1120φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον.
赫拉克勒斯:那么就看管好她,总有一天你会说宙斯之子是个高尚的客人。
§1121βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν §1122γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο.
看看她,看她是否有哪里像你的妻子;既然获得了幸福,就请放下悲伤吧。
§1123ὦ θεοί, τί λέξω—θαῦμ’ ἀνέλπιστον τόδε— §1124γυναῖκα λεύσσων τήνδʼ;
阿德墨托斯:诸神啊,我该说什么——这是出乎意料的奇迹—— 看着这女人?
—ἐμὴν ἐτητύμως;
真的是我的妻子吗?
§1125ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά;
还是神明降下的某种嘲弄人的快乐让我晕头转向?
§1126οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν.
赫拉克勒斯:并非如此,你所见到的正是你的妻子。
§1127ὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ.
阿德墨托斯:请千万看清楚,这可别是冥界的幽灵。
§1128οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον.
赫拉克勒斯:你所招待的这位客人,可不是驱使亡魂的术士。
§1129ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;
阿德墨托斯:但我看到的真的是我刚刚安葬的妻子吗?
§1130σάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην.
赫拉克勒斯:确信无疑吧;你不敢相信自己的运气,我并不感到奇怪。
§1131θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν;
阿德墨托斯:我可以触碰她,把她当作活着的妻子来跟她说话吗?
§1132πρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
赫拉克勒斯:说话吧;因为你想要的一切都已得到了。
§1133ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
阿德墨托斯:亲爱的妻子的面容和身躯啊!
§1134ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.
我竟意外地拥抱了你,我曾以为再也见不到你了。
§1135ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.
赫拉克勒斯:你拥有了她;但愿神明不要起一丝嫉妒。
§1136ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον, §1137εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρ §1138σῴζοι·
阿德墨托斯:伟大的宙斯之高贵子嗣啊,祝你幸福,愿生你的父亲保佑你!
σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος.
因为正是你独自一人重振了我的家业。
§1139πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;
你是如何将她从冥府送到这光明之中的?
§1140μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.
赫拉克勒斯:通过与掌管死魂的主宰交战。
§1141ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;
阿德墨托斯:你说你在哪里与死神进行了这场决斗?
§1142τύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν.
赫拉克勒斯:就在坟墓旁,我伏击并用双手揪住了他。
§1143τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή;
阿德墨托斯:可是,这女人究竟为何无声地伫立着?
§1144οὔπω θέμις σοι τῆσδε προσφωνημάτων §1145κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις §1146ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
赫拉克勒斯:你现在还不被允许听到她的声音,直到她向地府的神明洗净身上的阴气、且第三天的曙光降临。
§1147ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν §1148τὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους.
快带她进去吧;往后你也要做个公义的人,阿德墨托斯,对客人保持敬虔。
§1149καὶ χαῖρʼ· ἐγὼ δὲ τὸν προκείμενον πόνον §1150Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών.
再会了;我要动身去为斯忒涅洛斯之子、那作王的人完成摆在我面前的劳役。
§1151μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ.
阿德墨托斯:留下来和我们共享温炉吧。
§1152αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ.
赫拉克勒斯:以后会有机会的,但现在我必须赶路。
§1153ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δόμον.
阿德墨托斯:祝你顺遂,愿你平安踏上归途。
§1154ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ, §1155χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι §1156βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
我向市民和整个四分领地宣布:为这降临的好运组织起歌舞,并在祭坛上宰牛献祭、使香烟缭绕。
§1157νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον §1158τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
因为如今我们已将生活转变为比往昔更好的模样;我绝不否认自己正身处幸福之中。
§1159πολλαὶ μορφαὶ τῶν δαιμονίων, §1160πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
歌队:神灵的显现千姿百态,神明常以出人意料的方式成就诸多世事。
§1161καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, §1162τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
意料中的并未实现,意料外的神却开辟了道路。
§1163τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.
这便是此事的结局。

词汇与语法注释

  1. 1084ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ. — 连词 ὥστε 引导结果状语从句。短语 ἄνδρα τόνδε(“这男子”)是悲剧中的常用表达,说话者(此处为阿德墨托斯)以此代指自身。
  2. 1086χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν. — λέγοις ἄν(希求法加 ἄν)表示委婉的断言或某种可能性。条件状语从句中的不定词 τὸ κατθανεῖν(“死”)作主语。
  3. 1094ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν. — ὡς 结合分词 καλῶν 表示主观意图或对未来的预期。短语 ἄνδρα τόνδε 再次指代阿德墨托斯自己。
  4. 1118καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν. — 语气词组合 καὶ δὴ 在戏剧中用以表示立即使从命令。短语 ὡς 配合分词 καρατομῶν 表示比喻(“犹如斩首戈耳工”,暗示转过脸去以避免危险)。
  5. 1144οὔπω θέμις σοι τῆσδε προσφωνημάτων κλύειν — 无人称句 οὔπω θέμις [ἐστί](“尚不允许”)后接不定词 κλύειν。与格 σοι 作动词动作的主体,属格 τῆσδε 和 προσφωνημάτων 作为听觉动词 κλύειν 的宾语。

引用这一段

欧里庇得斯, 阿尔克斯提斯 §1083-1163. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg002.humanitext-grc2:1083-1163

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。