§8.109.1ὁ δὲ Τισσαφέρνης αἰσθόμενος καὶ τοῦτο τῶν Πελοποννησίων τὸ ἔργον καὶ οὐ μόνον τὸ ἐν τῇ Μιλήτῳ καὶ Κνίδῳ (καὶ ἐνταῦθα γὰρ αὐτοῦ ἐξεπεπτώκεσαν οἱ φρουροί), διαβεβλῆσθαί τε νομίσας αὐτοῖς σφόδρα καὶ δείσας μὴ καὶ ἄλλο τι ἔτι βλάπτωσι, καὶ ἅμα ἀχθόμενος εἰ Φαρνάβαζος ἐξ ἐλάσσονος χρόνου καὶ δαπάνης δεξάμενος αὐτοὺς κατορθώσει τι μᾶλλον τῶν πρὸς τοὺς Ἀθηναίους, πορεύεσθαι διενοεῖτο πρὸς αὐτοὺς ἐπὶ τοῦ Ἑλλησπόντου, ὅπως μέμψηταί τε τῶν περὶ τὴν Ἄντανδρον γεγενημένων καὶ τὰς διαβολὰς καὶ περὶ τῶν Φοινισσῶν νεῶν καὶ τῶν ἄλλων ὡς εὐπρεπέστατα ἀπολογήσηται.
当蒂萨弗尼斯察觉到伯罗奔尼撒人的这一行径,以及不仅是在米利都和克尼多斯的行径(因为在这些地方他的卫队也已被驱逐)时,他认为自己与他们的关系已极度恶化,并担心他们还会带来其他伤害;同时,由于想到法尔纳巴佐斯用更少的时间和开销接待了他们,从而可能在对抗雅典人的战事中取得比自己更大的成就,他感到十分不安。 因此,他决定前往赫勒斯滂他们那里,以便对安坦德罗斯所发生的事提出抗议,并就关于腓尼基船只及其他事务的指责进行尽可能体面的辩解。
καὶ ἀφικόμενος πρῶτον ἐς Ἔφεσον θυσίαν ἐποιήσατο τῇ Ἀρτέμιδι.
他首先到达以弗所,向阿耳忒弥斯献祭。
§8.109.2[ὅταν ὁ μετὰ τοῦτο τὸ θέρος χειμὼν τελευτήσῃ, ἓν καὶ εἰκοστὸν ἔτος πληροῦται.
[当这个夏天之后的冬天结束时,第二十一年便宣告结束。
]
]