§8.108.1κατέπλευσε δὲ ὑπὸ τοὺς αὐτοὺς χρόνους τούτους καὶ ὁ Ἀλκιβιάδης ταῖς τρισὶ καὶ δέκα ναυσὶν ἀπὸ τῆς Καύνου καὶ Φασήλιδος ἐς τὴν Σάμον, ἀγγέλλων ὅτι τάς τε Φοινίσσας ναῦς ἀποστρέψειε Πελοποννησίοις ὥστε μὴ ἐλθεῖν καὶ τὸν Τισσαφέρνην ὅτι φίλον πεποιήκοι μᾶλλον Ἀθηναίοις ἢ πρότερον.
大约就在这个时候,阿尔西比亚德斯也带着他的十三艘船只从卡乌诺斯和法塞利斯回到了萨摩斯,并报告说他已经劝阻了腓尼基的船只,使其没有落入伯罗奔尼撒人手中,并且他使蒂萨弗尼斯比以前对雅典人更加友好。
§8.108.2καὶ πληρώσας ναῦς ἐννέα πρὸς αἷς εἶχεν Ἁλικαρνασσέας τε πολλὰ χρήματα ἐξέπραξε καὶ Κῶν ἐτείχισεν.
在为他已有的船只之外又装备了九艘船只后,他从哈利卡尔那索斯人那里征收了大量资金,并为科斯修筑了城墙。
ταῦτα δὲ πράξας καὶ ἄρχοντα ἐν τῇ Κῷ καταστήσας πρὸς τὸ μετόπωρον ἤδη ἐς τὴν Σάμον κατέπλευσεν.
做完这些事并在科斯设立了长官后,他在临近秋天时回到了萨摩斯。
§8.108.3καὶ ὁ Τισσαφέρνης ἀπὸ τῆς Ἀσπένδου, ὡς ἐπύθετο τὰς τῶν Πελοποννησίων ναῦς ἐκ τῆς Μιλήτου ἐς τὸν Ἑλλήσποντον πεπλευκυίας, ἀναζεύξας ἤλαυνεν ἐπὶ τῆς Ἰωνίας.
与此同时,蒂萨弗尼斯在得知伯罗奔尼撒人的船只已从米利都驶往赫勒斯滂后,便从阿斯潘多斯出发,前往伊奥尼亚。
§8.108.4ὄντων δὲ τῶν Πελοποννησίων ἐν τῷ Ἑλλησπόντῳ, Ἀντάνδριοι (εἰσὶ δὲ Αἰολῆς) παρακομισάμενοι ἐκ τῆς Ἀβύδου πεζῇ διὰ τῆς Ἴδης τοῦ ὄρους ὁπλίτας ἐσηγάγοντο ἐς τὴν πόλιν, ὑπὸ Ἀρσάκου τοῦ Πέρσου Τισσαφέρνους ὑπάρχου ἀδικούμενοι, ὅσπερ καὶ Δηλίους τοὺς Ἀτραμύττιον κατοικήσαντας ὅτε ὑπ’ Ἀθηναίων Δήλου καθάρσεως ἕνεκα ἀνέστησαν, ἔχθραν προσποιησάμενος ἄδηλον καὶ ἐπαγγείλας στρατιὰν αὐτῶν τοῖς βελτίστοις, ἐξαγαγὼν ὡς ἐπὶ φιλίᾳ καὶ ξυμμαχίᾳ, τηρήσας ἀριστοποιουμένους καὶ περιστήσας τοὺς ἑαυτοῦ κατηκόντισεν.
当伯罗奔尼撒人在赫勒斯滂时,安坦德罗斯人(他们是埃奥利斯人)从阿拜多斯出发,在陆路上越过伊达山,将重装步兵引入了他们的城市,因为他们受到蒂萨弗尼斯的波斯部下阿尔萨克斯的虐待。 正是这个阿尔萨克斯,对那些在雅典人为了净化提洛岛而将他们驱逐后定居在阿特拉米提翁的提洛人,伪装出隐秘的敌意,向他们中最优秀的人征集军队,以友好同盟为借口将他们带出,并在他们吃午饭时伺机让自己的部下将其包围,用标枪全部射杀。
§8.108.5φοβούμενοι οὖν αὐτὸν διὰ τοῦτο τὸ ἔργον μήποτε καὶ περὶ σφᾶς τι παρανομήσῃ, καὶ ἄλλα ἐπιβάλλοντος αὐτοῦ ἃ φέρειν οὐκ ἐδύναντο, ἐκβάλλουσι τοὺς φρουροὺς αὐτοῦ ἐκ τῆς ἀκροπόλεως.
因此,因为这一恶行,他们害怕他有朝一日也会对他们做出不法行为,加上他还在强加其他他们无法承受的负担,他们便将他的卫队从卫城中驱逐出去。