Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.100.1-8.100.5

色拉叙洛斯进军莱斯沃斯与围攻埃雷索斯的准备

第 908 段,共 917 段 · 希腊语

内容简介

在得知明达鲁斯滞留在基奥斯后,雅典将领色拉叙洛斯以莱斯沃斯岛为基地,并与色拉西布洛斯等人合兵一处,集结六十七艘战船准备包围已发生叛乱的埃雷索斯。

§8.100.1ὁ δὲ Θράσυλος ἐκ τῆς Σάμου, ἐπειδὴ ἐπύθετο αὐτὸν ἐκ τῆς Μιλήτου ἀπηρκότα, ἔπλει καὶ αὐτὸς ναυσὶν εὐθὺς πέντε καὶ πεντήκοντα, ἐπειγόμενος μὴ φθάσῃ ἐς τὸν Ἑλλήσποντον ἐσπλεύσας.
至于萨摩斯的色拉叙洛斯,在得知明达鲁斯已从米利都启航后,他自己也立即率领五十五艘战船启航,急忙赶去,唯恐明达鲁斯先一步驶入赫勒斯庞特。
§8.100.2αἰσθόμενος δὲ ὅτι ἐν τῇ Χίῳ εἴη καὶ νομίσας αὐτὸν καθέξειν αὐτοῦ, σκοποὺς μὲν κατεστήσατο καὶ ἐν τῇ Λέσβῳ καὶ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, εἰ ἄρα ποι κινοῖντο αἱ νῆες, ὅπως μὴ λάθοιεν, αὐτὸς δὲ ἐς τὴν Μήθυμναν παραπλεύσας ἄλφιτά τε καὶ τἆλλα ἐπιτήδεια παρασκευάζειν ἐκέλευεν ὡς, ἢν πλείων χρόνος γίγνηται, ἐκ τῆς Λέσβου τοὺς ἐπίπλους τῇ Χίῳ ποιησόμενος.
但当他发觉明达鲁斯已在基奥斯,并认为他会留在那里时,便在莱斯沃斯和对岸的大陆都设立了瞭望哨,以防这些战船向任何地方移动,使他们不至于在不经意间溜走;而他自己则沿岸航行至美狄姆纳,下令准备大麦粉和其他给养,意图在时间拖长的情况下,从莱斯沃斯向基奥斯发起进攻。
§8.100.3ἅμα δὲ (Ἔρεσος γὰρ τῆς Λέσβου ἀφειστήκει) ἐβούλετο ἐπ’ αὐτὴν πλεύσας, εἰ δύναιτο, ἐξελεῖν.
与此同时(因为莱斯沃斯岛的埃雷索斯已经叛乱),他希望率兵前往该地,如果可能的话,将其夺回。
Μηθυμναίων γὰρ οὐχ οἱ ἀδυνατώτατοι φυγάδες διακομίσαντες ἔκ τε τῆς Κύμης προσεταιριστοὺς ὁπλίτας ὡς πεντήκοντα καὶ τῶν ἐκ τῆς ἠπείρου μισθωσάμενοι, ξύμπασιν ὡς τριακοσίοις, Ἀναξάνδρου Θηβαίου κατὰ τὸ ξυγγενὲς ἡγουμένου, προσέβαλον πρῶτον Μηθύμνῃ, καὶ ἀποκρουσθέντες τῆς πείρας διὰ τοὺς ἐκ τῆς Μυτιλήνης Ἀθηναίων φρουροὺς προελθόντας αὖθις ἔξω μάχῃ ἀπωσθέντες καὶ διὰ τοῦ ὄρους κομισθέντες ἀφιστᾶσι τὴν Ἔρεσον.
因为美狄姆纳的流亡者中并非最无势力的一些人,从库美带走了大约五十名作为同伙的重装步兵,又从大陆雇用了人手,总计约三百人,在泰拜人阿那克桑德基于同族关系的指挥下,首先袭击了美狄姆纳,但在遭到从米蒂利尼赶来的雅典守军击退后,他们在外面的战斗中再次被击退,随后翻越山岭,促成了埃雷索斯的叛乱。
§8.100.4πλεύσας οὖν ὁ Θράσυλος ἐπ’ αὐτὴν πάσαις ταῖς ναυσὶ διενοεῖτο προσβολὴν ποιεῖσθαι· προαφιγμένος δὲ αὐτόσε ἦν καὶ ὁ Θρασύβουλος πέντε ναυσὶν ἐκ τῆς Σάμου, ὡς ἠγγέλθη αὐτοῖς ἡ τῶν φυγάδων αὕτη διάβασις· ὑστερήσας δ’ ἐπὶ τὴν Ἔρεσον ἐφώρμει ἐλθών.
于是色拉叙洛斯率领全部战船前往该地,打算发起进攻;而色拉西布洛斯也已在得知流亡者渡海的消息后,率领五艘战船从萨摩斯提前抵达了那里,虽然来迟了一步,但他已前往埃雷索斯并在那里进行封锁。
§8.100.5προσεγένοντο δὲ καὶ ἐκ τοῦ Ἑλλησπόντου τινὲς δύο νῆες ἐπ’ οἴκου ἀνακομιζόμεναι καὶ Μηθυμναῖαι 〈πέντε〉· καὶ αἱ πᾶσαι νῆες παρῆσαν ἑπτὰ καὶ ἑξήκοντα, ἀφ’ ὧν τῷ στρατεύματι παρεσκευάζοντο ὡς κατὰ κράτος μηχαναῖς τε καὶ παντὶ τρόπῳ, ἢν δύνωνται, αἱρήσοντες τὴν Ἔρεσον.
此外,还有两艘从赫勒斯庞特返回的战船,以及美狄姆纳的〈五艘〉战船也加入了他们;总共聚集了六十七艘战船,他们以此,率领军队准备在可能的情况下,利用攻城器械和一切手段强攻夺取埃雷索斯。

词汇与语法注释

  1. §8.100.1μὴ φθάσῃ ἐς τὸν Ἑλλήσποντον ἐσπλεύσας — 使用了 φθάνω +分词(此处为 ἐσπλεύσας)的句型。虚拟语气动词 φθάσῃ 的主语是前句提到的“他”(明达鲁斯),意为“唯恐[明达鲁斯]先一步驶入赫勒斯庞特”。
  2. §8.100.2αὐτοῦ — 此处作地点副词,意为“在那儿”(即在基奥斯岛),而非人称代名词 αὐτός 的属格。
  3. §8.100.2ὡς ... ποιησόμενος — 连词 ὡς 结合将来时分词(ποιησόμενος)表示主观意图,其中嵌套了一个条件从句(ἢν πλείων χρόνος γίγνηται)。
  4. §8.100.3οὐχ οἱ ἀδυνατώτατοι — 双重否定/缓叙法(litotes),“并非最无势力的人”,即指流亡者中最有势力或最富裕的人。
  5. §8.100.4ὑστερήσας — 不定过去时分词,意为“来迟了一步”或“错过了(阻止叛乱的)时机”,修饰随后的动词 ἐφώρμει。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.100.1-8.100.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.100.1-8.100.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。