§7.73.1καὶ οἱ μὲν ὡς κατὰ γῆν ἀναχωρήσοντες ἤδη ξύμπαντες τὴν γνώμην εἶχον, Ἑρμοκράτης δὲ ὁ Συρακόσιος ὑπονοήσας αὐτῶν τὴν διάνοιαν καὶ νομίσας δεινὸν εἶναι εἰ τοσαύτη στρατιὰ κατὰ γῆν ὑποχωρήσασα καὶ καθεζομένη ποι τῆς Σικελίας βουλήσεται αὖθις σφίσι τὸν πόλεμον ποιεῖσθαι, ἐσηγεῖται ἐλθὼν τοῖς ἐν τέλει οὖσιν ὡς οὐ χρεὼν ἀποχωρῆσαι τῆς νυκτὸς αὐτοὺς περιιδεῖν, λέγων ταῦτα ἃ καὶ αὐτῷ ἐδόκει, ἀλλὰ ἐξελθόντας ἤδη πάντας Συρακοσίους καὶ τοὺς ξυμμάχους τάς τε ὁδοὺς ἀποικοδομῆσαι καὶ τὰ στενόπορα τῶν χωρίων προδιαλαβόντας φυλάσσειν.
此时,雅典人全体已经下定决心准备从陆路撤退。 然而,叙拉古人赫尔莫克拉底察觉到了他们的意图,并认为如果如此庞大的一支军队通过陆路撤退并驻扎在西西里的某个地方,日后再次对他们发动战争,那将是一件极其危险的事。 于是,他前去谒见当政者,建议不应当听任雅典人在夜间撤退。 他陈述了自己也是这么认为的理由,并主张叙拉古人及其盟友应当立即全体出动,封锁道路,并提前占领狭窄的关隘进行防守。
§7.73.2οἱ δὲ ξυνεγίγνωσκον μὲν καὶ αὐτοὶ οὐχ ἧσσον ταῦτα ἐκείνου, καὶ ἐδόκει ποιητέα εἶναι, τοὺς δὲ ἀνθρώπους ἄρτι ἀσμένους ἀπὸ ναυμαχίας τε μεγάλης ἀναπεπαυμένους καὶ ἅμα ἑορτῆς οὔσης (ἔτυχε γὰρ αὐτοῖς Ἡρακλεῖ ταύτην τὴν ἡμέραν θυσία οὖσα) οὐ δοκεῖν ἂν ῥᾳδίως ἐθελῆσαι ὑπακοῦσαι·
当政者自己对此也深表赞同,不亚于赫尔莫克拉底,并且认为这是应当做的事;但是他们觉得,士兵们刚刚经历了重大的海战,正高兴地在休息,而且正值节日(因为这天恰好是他们向赫拉克勒斯献祭的日子),恐怕不容易听从命令。
ὑπὸ γὰρ τοῦ περιχαροῦς τῆς νίκης πρὸς πόσιν τετράφθαι τοὺς πολλοὺς ἐν τῇ ἑορτῇ, καὶ πάντα μᾶλλον ἐλπίζειν ἂν σφῶν πείθεσθαι αὐτοὺς ἢ ὅπλα λαβόντας ἐν τῷ παρόντι ἐξελθεῖν.
因为由于战胜的狂喜,大多数人在节日里都在饮酒,将领们预计士兵们宁可听从任何其他命令,也不愿在此时拿起武器出兵。
§7.73.3ὡς δὲ τοῖς ἄρχουσι ταῦτα λογιζομένοις ἐφαίνετο ἄπορα καὶ οὐκέτι ἔπειθεν αὐτοὺς ὁ Ἑρμοκράτης, αὐτὸς ἐπὶ τούτοις τάδε μηχανᾶται, δεδιὼς μὴ οἱ Ἀθηναῖοι καθ’ ἡσυχίαν προφθάσωσιν ἐν τῇ νυκτὶ διελθόντες τὰ χαλεπώτατα τῶν χωρίων.
由于将领们在权衡之后认为此事无法实行,赫尔莫克拉底也无法再劝服他们,他自己便针对这种情况设下了如下计谋,因为他担心雅典人会在夜间悄悄地率先通过那些最险要的地段。
πέμπει τῶν ἑταίρων τινὰς τῶν ἑαυτοῦ μετὰ ἱππέων πρὸς τὸ τῶν Ἀθηναίων στρατόπεδον, ἡνίκα ξυνεσκόταζεν·
在天色刚黑下来的时候,他派了几个自己的同伙,带着一些骑兵前往雅典人的营地。
οἳ προσελάσαντες ἐξ ὅσου τις ἔμελλεν ἀκούσεσθαι καὶ ἀνακαλεσάμενοί τινας ὡς ὄντες τῶν Ἀθηναίων ἐπιτήδειοι (ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν) ἐκέλευον φράζειν Νικίᾳ μὴ ἀπάγειν τῆς νυκτὸς τὸ στράτευμα ὡς Συρακοσίων τὰς ὁδοὺς φυλασσόντων, ἀλλὰ καθ’ ἡσυχίαν τῆς ἡμέρας παρασκευασάμενον ἀποχωρεῖν.
他们骑马来到可以听到声音的距离,高声唤出几个人,假装自己是雅典人的朋友(因为在城内确实有一些人充当尼西阿斯的密报者),让他们转告尼西阿斯:不要在夜间撤走军队,因为叙拉古人正守卫着道路,而应当在白天做好准备后从容地撤退。
§7.73.4καὶ οἱ μὲν εἰπόντες ἀπῆλθον, καὶ οἱ ἀκούσαντες διήγγειλαν τοῖς στρατηγοῖς τῶν Ἀθηναίων·
他们说完这些话就离去了,而听到这些话的人则向雅典人的将军们作了汇报。