§7.33.1καὶ περὶ τὰς αὐτὰς ἡμέρας καὶ οἱ Καμαριναῖοι ἀφικνοῦνται αὐτοῖς βοηθοῦντες, πεντακόσιοι μὲν ὁπλῖται, τριακόσιοι δὲ ἀκοντισταὶ καὶ τοξόται τριακόσιοι.
大致在同一时期,卡马里纳人也赶来援助他们,计有五百名重装步兵、三百名标枪手和三百名弓箭手。
ἔπεμψαν δὲ καὶ οἱ Γελῷοι ναυτικόν τε ἐς πέντε ναῦς καὶ ἀκοντιστὰς τετρακοσίους καὶ ἱππέας διακοσίους.
盖拉人也派遣了五艘战船组成的舰队、四百名标枪手和二百名骑兵。
§7.33.2σχεδὸν γάρ τι ἤδη πᾶσα ἡ Σικελία πλὴν Ἀκραγαντίνων (οὗτοι δ’ οὐδὲ μεθ’ ἑτέρων ἦσαν), οἱ δ’ ἄλλοι ἐπὶ τοὺς Ἀθηναίους μετὰ τῶν Συρακοσίων οἱ πρότερον περιορώμενοι ξυστάντες ἐβοήθουν.
因为此时除了阿克拉加斯人(他们不偏袒任何一方)之外,几乎整个西西里——即其他此前持观望态度的各邦——都已经团结起来,协助叙拉古人对抗雅典人。
§7.33.3καὶ οἱ μὲν Συρακόσιοι, ὡς αὐτοῖς τὸ ἐν τοῖς Σικελοῖς πάθος ἐγένετο, ἐπέσχον τὸ εὐθέως τοῖς Ἀθηναίοις ἐπιχειρεῖν· ὁ δὲ Δημοσθένης καὶ Εὐρυμέδων, ἑτοίμης ἤδη τῆς στρατιᾶς οὔσης ἔκ τε τῆς Κερκύρας καὶ ἀπὸ τῆς ἠπείρου, ἐπεραιώθησαν ξυμπάσῃ τῇ στρατιᾷ τὸν Ἰόνιον ἐπ’ ἄκραν Ἰαπυγίαν·
叙拉古人在得知西凯尔人那里的惨败后,便推迟了立即进攻雅典人的计划;而德摩斯梯尼和欧律梅东,由于来自科尔库拉和大陆的军队已经准备就绪,便率领全军渡过爱奥尼亚海,前往雅皮吉亚海岬。
§7.33.4καὶ ὁρμηθέντες αὐτόθεν κατίσχουσιν ἐς τὰς Χοιράδας νήσους Ἰαπυγίας, καὶ ἀκοντιστάς τέ τινας τῶν Ἰαπύγων πεντήκοντα καὶ ἑκατὸν τοῦ Μεσσαπίου ἔθνους ἀναβιβάζονται ἐπὶ τὰς ναῦς, καὶ τῷ Ἄρτᾳ, ὅσπερ καὶ τοὺς ἀκοντιστὰς δυνάστης ὢν παρέσχετο αὐτοῖς, ἀνανεωσάμενοί τινα παλαιὰν φιλίαν ἀφικνοῦνται ἐς Μεταπόντιον τῆς Ἰταλίας.
他们从那里出发,在雅皮吉亚的霍伊拉德斯群岛停泊,将美萨比族雅皮吉亚人的百五十名标枪手接上战船,并在与提供这些标枪手的当地统治者阿尔塔斯重温了古老的友好关系之后,抵达了意大利的梅塔蓬图姆。
§7.33.5καὶ τοὺς Μεταποντίους πείσαντες κατὰ τὸ ξυμμαχικὸν ἀκοντιστάς τε ξυμπέμπειν τριακοσίους καὶ τριήρεις δύο καὶ ἀναλαβόντες ταῦτα παρέπλευσαν ἐς Θουρίαν.
他们说服梅塔蓬图姆人根据同盟协定派遣了三百名标枪手和两艘三段铎船,在接纳了这些援助后,他们沿着海岸航行到图里亚。
καὶ καταλαμβάνουσι νεωστὶ στάσει τοὺς τῶν Ἀθηναίων ἐναντίους ἐκπεπτωκότας·
他们发现,反对雅典人的一派因最近的党争刚刚被驱逐。
§7.33.6καὶ βουλόμενοι τὴν στρατιὰν αὐτόθι πᾶσαν ἁθροίσαντες εἴ τις ὑπελέλειπτο ἐξετάσαι, καὶ τοὺς Θουρίους πεῖσαι σφίσι ξυστρατεύειν τε ὡς προθυμότατα καί, ἐπειδήπερ ἐν τούτῳ τύχης εἰσί, τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους τοῖς Ἀθηναίοις νομίζειν, περιέμενον ἐν τῇ Θουρίᾳ καὶ ἔπρασσον ταῦτα.
他们希望在当地集结全军,点检是否有滞留者,并说服图里亚人极其踊跃地与他们共同参战,且既然他们已处于如此命运,便应当与雅典人视同样的各邦为敌友;因此他们滞留在图里亚,并着手进行这些交涉。