§7.17.1ὁ δὲ Δημοσθένης ὑπομένων παρεσκευάζετο τὸν ἔκπλουν ὡς ἅμα τῷ ἦρι ποιησόμενος, στρατιάν τε ἐπαγγέλλων ἐς τοὺς ξυμμάχους καὶ χρήματα αὐτόθεν καὶ ναῦς καὶ ὁπλίτας ἑτοιμάζων.
德摩斯梯尼留在雅典,准备在春季开始时出航,同时向盟国征集军队,并在本地筹备资金、船只和重装步兵。
§7.17.2πέμπουσι δὲ καὶ περὶ τὴν Πελοπόννησον οἱ Ἀθηναῖοι εἴκοσι ναῦς, ὅπως φυλάσσοιεν μηδένα ἀπὸ Κορίνθου καὶ τῆς Πελοποννήσου ἐς τὴν Σικελίαν περαιοῦσθαι.
雅典人还向伯罗奔尼撒半岛周围派遣了二十艘船,以便监视并阻止任何人从科林斯和伯罗奔尼撒渡海前往西西里。
§7.17.3οἱ γὰρ Κορίνθιοι, ὡς αὐτοῖς οἱ πρέσβεις ἧκον καὶ τὰ ἐν τῇ Σικελίᾳ βελτίω ἤγγελλον, νομίσαντες οὐκ ἄκαιρον καὶ τὴν προτέραν πέμψιν τῶν νεῶν ποιήσασθαι, πολλῷ μᾶλλον ἐπέρρωντο, καὶ ἐν ὁλκάσι παρεσκευάζοντο αὐτοί τε ἀποστελοῦντες ὁπλίτας ἐς τὴν Σικελίαν καὶ ἐκ τῆς ἄλλης Πελοποννήσου οἱ Λακεδαιμόνιοι τῷ αὐτῷ τρόπῳ πέμψοντες·
因为科林斯人当使者们归来并报告西西里的局势好转时,认为他们之前派遣船只也并非不合时宜,从而受到了极大的鼓舞;他们正准备亲自用商船运送重装步兵前往西西里,而拉刻代蒙人也将以同样的方式从伯罗奔尼撒的其他地区派遣军队。
§7.17.4ναῦς τε οἱ Κορίνθιοι πέντε καὶ εἴκοσιν ἐπλήρουν, ὅπως ναυμαχίας τε ἀποπειράσωσι πρὸς τὴν ἐν τῇ Ναυπάκτῳ φυλακήν, καὶ τὰς ὁλκάδας αὐτῶν ἧσσον οἱ ἐν τῇ Ναυπάκτῳ Ἀθηναῖοι κωλύοιεν ἀπαίρειν, πρὸς τὴν σφετέραν ἀντίταξιν τῶν τριήρων τὴν φυλακὴν ποιούμενοι.
科林斯人还配备了二十五艘军船,以便对驻守在瑙帕克托斯的防守舰队发起海战尝试,并使瑙帕克托斯的雅典人因必须防备与他们对峙的科林斯三段铎船,从而难以阻止科林斯的商船出航。