§6.72.1καὶ οἱ μὲν ταύτῃ τῇ γνώμῃ ἀπέπλευσαν ἐς τὴν Νάξον καὶ Κατάνην διαχειμάσοντες, Συρακόσιοι δὲ τοὺς σφετέρους αὐτῶν νεκροὺς θάψαντες ἐκκλησίαν ἐποίουν.
于是,他们怀着这一意图,乘船前往纳克索斯和卡塔奈过冬;而叙拉古人在埋葬了己方的死者后,召开了公民大会。
§6.72.2καὶ παρελθὼν αὐτοῖς Ἑρμοκράτης ὁ Ἕρμωνος, ἀνὴρ καὶ ἐς τἆλλα ξύνεσιν οὐδενὸς λειπόμενος καὶ κατὰ τὸν πόλεμον ἐμπειρίᾳ τε ἱκανὸς γενόμενος καὶ ἀνδρείᾳ ἐπιφανής, ἐθάρσυνέ τε καὶ οὐκ εἴα τῷ γεγενημένῳ ἐνδιδόναι·
赫尔蒙之子赫尔莫克拉特斯走到他们面前,此人在其他方面不仅聪明才智不亚于任何人,而且在战争中积累了足够的经验,并以勇敢著称。 他鼓励他们,不让他们因发生的事而气馁。
§6.72.3τὴν μὲν γὰρ γνώμην αὐτῶν οὐχ ἡσσῆσθαι, τὴν δὲ ἀταξίαν βλάψαι.
因为他说,他们的斗志并未战败,而是无纪律状态造成了危害。
οὐ μέντοι τοσοῦτόν γε λειφθῆναι ὅσον εἰκὸς εἶναι, ἄλλως τε καὶ τοῖς πρώτοις τῶν Ἑλλήνων ἐμπειρίᾳ ἰδιώτας ὡς εἰπεῖν χειροτέχναις ἀνταγωνισαμένους.
然而,他们的劣势并没有预想的那么大,尤其是考虑到他们作为可以说是外行的人,去对抗在经验上堪称希腊第一的内行。
§6.72.4μέγα δὲ βλάψαι καὶ τὸ πλῆθος τῶν στρατηγῶν καὶ τὴν πολυαρχίαν (ἦσαν γὰρ πέντε καὶ δέκα οἱ στρατηγοὶ αὐτοῖς) τῶν τε πολλῶν τὴν ἀξύντακτον ἀναρχίαν.
他还说,将军人数众多和多头领导(因为他们有十五名将军)造成了极大的危害,此外还有大众那种毫无秩序的无政府状态。
ἢν δὲ ὀλίγοι τε στρατηγοὶ γένωνται ἔμπειροι καὶ ἐν τῷ χειμῶνι τούτῳ παρασκευάσωσι τὸ ὁπλιτικόν, οἷς τε ὅπλα μὴ ἔστιν ἐκπορίζοντες, ὅπως ὡς πλεῖστοι ἔσονται, καὶ τῇ ἄλλῃ μελέτῃ προσαναγκάζοντες, ἔφη κατὰ τὸ εἰκὸς κρατήσειν σφᾶς τῶν ἐναντίων, ἀνδρείας μὲν σφίσιν ὑπαρχούσης, εὐταξίας δ’ ἐς τὰ ἔργα προσγενομένης·
但如果只选举少数有经验的将军,并在今年冬天整顿重装步兵,为没有武器的人配齐武器以使人数尽可能多,并强制进行其他训练,那么他说,他们完全有理由战胜对手,因为他们本就拥有勇气,而行动中又增添了纪律。
ἐπιδώσειν γὰρ ἀμφότερα αὐτά, τὴν μὲν μετὰ κινδύνων μελετωμένην, τὴν δ’ εὐψυχίαν αὐτὴν ἑαυτῆς μετὰ τοῦ πιστοῦ τῆς ἐπιστήμης θαρσαλεωτέραν ἔσεσθαι.
因为这两者都会得到提升:纪律将在危险中得到锻炼,而勇气本身在伴随着对知识的确信时,将比以前的自己更加大胆。
§6.72.5τούς τε στρατηγοὺς καὶ ὀλίγους καὶ αὐτοκράτορας χρῆναι ἑλέσθαι καὶ ὀμόσαι αὐτοῖς τὸ ὅρκιον ἦ μὴν ἐάσειν ἄρχειν ὅπῃ ἂν ἐπίστωνται·
他还指出,应当选举少数且拥有全权的将军,并向他们宣誓,保证让他们按照自己认为最合适的方式进行指挥。
οὕτω γὰρ ἅ τε κρύπτεσθαι δεῖ μᾶλλον ἂν στέγεσθαι καὶ τἆλλα κατὰ κόσμον καὶ ἀπροφασίστως παρασκευασθῆναι.
因为这样一来,需要保密的事情就能更好地保密,而其他方面的准备工作也能有条不紊、毫无借口地进行。