Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.64.1-6.64.3

雅典将军引诱叙拉古军出城的计谋

第 680 段,共 917 段 · 希腊语

内容简介

雅典将军们为了将叙拉古人引出城外并安全占领营地,派遣了一名卡塔奈人作为双重间谍,向叙拉古将军们发出虚假的奇袭提议。

§6.64.1ἃ γιγνώσκοντες οἱ στρατηγοὶ τῶν Ἀθηναίων καὶ βουλόμενοι αὐτοὺς ἄγειν πανδημεὶ ἐκ τῆς πόλεως ὅτι πλεῖστον, αὐτοὶ δὲ ταῖς ναυσὶν ἐν τοσούτῳ ὑπὸ νύκτα παραπλεύσαντες στρατόπεδον καταλαμβάνειν ἐν ἐπιτηδείῳ καθ’ ἡσυχίαν, εἰδότες οὐκ ἂν ὁμοίως δυνηθέντες καὶ εἰ ἐκ τῶν νεῶν πρὸς παρεσκευασμένους ἐκβιβάζοιεν ἢ κατὰ γῆν ἰόντες γνωσθεῖεν (τοὺς γὰρ ἂν ψιλοὺς τοὺς σφῶν καὶ τὸν ὄχλον τῶν Συρακοσίων τοὺς ἱππέας πολλοὺς ὄντας, σφίσι δ’ οὐ παρόντων ἱππέων, βλάπτειν ἂν μεγάλα, οὕτω δὲ λήψεσθαι χωρίον ὅθεν ὑπὸ τῶν ἱππέων οὐ βλάψονται ἄξια λόγου·
雅典的将军们察觉到这些情况,希望尽可能把叙拉古人全军调离他们的城市,而他们自己则在此期间乘船在夜幕掩护下沿岸航行,在安静中占领一个合适地方作为营地。 因为他们知道,如果他们从船上登陆去对抗已有准备的敌人,或者走陆路而被发现,他们将无法以同样的方式达到目的(因为他们认为,由于他们自己没有骑兵,叙拉古人众多的骑兵会极大地伤害他们的轻装部队和随军平民;而通过这种方式,他们将占据一个不受骑兵重大伤害的地方。
ἐδίδασκον δ’ αὐτοὺς περὶ τοῦ πρὸς τῷ Ὀλυμπιείῳ χωρίου, ὅπερ καὶ κατέλαβον, Συρακοσίων φυγάδες, οἳ ξυνείποντο), τοιόνδε τι οὖν πρὸς ἃ ἐβούλοντο οἱ στρατηγοὶ μηχανῶνται.
另外,陪同他们的叙拉古流亡者,曾向他们指明了奥林匹伊翁附近的那个地方,即他们后来实际占领的地方)。 因此,为了达到他们的目的,将军们设下了如下的计谋。
§6.64.2πέμπουσιν ἄνδρα σφίσι μὲν πιστόν, τοῖς δὲ τῶν Συρακοσίων στρατηγοῖς τῇ δοκήσει οὐχ ἧσσον ἐπιτήδειον·
\n 他们派遣了一个对自己忠诚,但在叙拉古将军们看来同样亲近的人。
ἦν δὲ Καταναῖος ὁ ἀνήρ, καὶ ἀπ’ ἀνδρῶν ἐκ τῆς Κατάνης ἥκειν ἔφη ὧν ἐκεῖνοι τὰ ὀνόματα ἐγίγνωσκον καὶ ἠπίσταντο ἐν τῇ πόλει ἔτι ὑπολοίπους ὄντας τῶν σφίσιν εὔνων.
此人是卡塔奈人,他自称是从卡塔奈的某些人那里来的,叙拉古的将军们知道这些人的名字,并晓得他们是留在城里的对叙拉古友好的人。
§6.64.3ἔλεγε δὲ τοὺς Ἀθηναίους αὐλίζεσθαι ἀπὸ τῶν ὅπλων ἐν τῇ πόλει, καὶ εἰ βούλονται ἐκεῖνοι πανδημεὶ ἐν ἡμέρᾳ ῥητῇ ἅμα ἕῳ ἐπὶ τὸ στράτευμα ἐλθεῖν, αὐτοὶ μὲν ἀποκλῄσειν τοὺς παρὰ σφίσι καὶ τὰς ναῦς ἐμπρήσειν, ἐκείνους δὲ ῥᾳδίως τὸ στράτευμα προσβαλόντας τῷ σταυρώματι αἱρήσειν·
\n 他对叙拉古人说,雅典人正分散在城里,脱离武器在民房宿营;如果叙拉古人愿意在指定的某天黎明全军出动进攻雅典军队,卡塔奈的同谋者就会把留在他们那里的雅典人锁在屋里,并放火烧毁他们的船只,而叙拉古人只需进攻栅栏营地,即可轻易将其攻占。
εἶναι δὲ ταῦτα τοὺς ξυνδράσοντας πολλοὺς Καταναίων καὶ ἡτοιμάσθαι ἤδη, ἀφ’ ὧν αὐτὸς ἥκειν.
他还说,有许多卡塔奈人会协同行动,并且已经做好准备,他本人正是受这些人的派遣而来的。

词汇与语法注释

  1. §6.64.1βουλόμενοι αὐτοὺς ἄγειν ... αὐτοὶ δὲ ... καταλαμβάνειν — 不定式 καταλαμβάνειν 依赖于 βουλόμενοι,并与 αὐτοὺς ἄγειν 并列。意为“希望将他们(叙拉古人)引出……并希望他们自己占领……”。
  2. §6.64.1εἰδότες οὐκ ἂν ὁμοίως δυνηθέντες — 分词 δυνηθέντες 连同助词 ἄν 在 εἰδότες 后的间接引语中代表潜在希求法(ἂν δυνηθεῖεν),意为“知道(如果……的话)他们将无法以同样的方式[做到]”。
  3. §6.64.1ὁμοίως... καὶ εἰ — 比较的相关表达,意为“正如……一样”。在此处表示“如果他们进行登陆战或陆路进军被发现,他们将无法像[在安静中占领营地]那样顺利地达到目的”。
  4. §6.64.1τοὺς γὰρ ἂν ψιλοὺς ... βλάπτειν ἂν μεγάλα — 由 γάρ 引导的宾格加不定式结构,延续自 εἰδότες(或由此引申的思考动词)的间接引语。βλάπτειν 凹 代表潜在希求法(ἂν βλάπτοιεν)。该不定式的逻辑主语是 τοὺς ἱππέας(骑兵),逻辑宾语是 τοὺς ψιλοὺς ... καὶ τὸν ὄχλον(轻装部队和随军平民)。
  5. §6.64.3ἀπὸ τῶν ὅπλων — 字面意为“脱离武器”。此处的 τὰ ὅπλα 指的是营地或武器集聚处,表明雅典士兵正疏于防范,分散在城内的民房中宿营。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.64.1-6.64.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.64.1-6.64.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。