§5.99.1ΑΘ.
οὐ γὰρ νομίζομεν ἡμῖν τούτους δεινοτέρους ὅσοι ἠπειρῶταί που ὄντες τῷ ἐλευθέρῳ πολλὴν τὴν διαμέλλησιν τῆς πρὸς ἡμᾶς φυλακῆς ποιήσονται, ἀλλὰ τοὺς νησιώτας τέ που ἀνάρκτους, ὥσπερ ὑμᾶς, καὶ τοὺς ἤδη τῆς ἀρχῆς τῷ ἀναγκαίῳ παροξυνομένους.
雅典人:“因为我们并不认为,那些身为大陆人、因享有自由而将大大拖延对我们防范的人,对我们来说是更危险的;相反,那些像你们一样未受统治的岛国人,以及那些已经因我们帝国的强迫而感到愤恨的人,才是更危险的。
οὗτοι γὰρ πλεῖστ’ ἂν τῷ ἀλογίστῳ ἐπιτρέψαντες σφᾶς τε αὐτοὺς καὶ ἡμᾶς ἐς προῦπτον κίνδυνον καταστήσειαν.
因为这些人最容易任凭无理智支配,从而将他们自己和我们都置于显而易见的危险之中。 ”