§5.91.1ΑΘ.
ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς, ἢν καὶ παυθῇ, οὐκ ἀθυμοῦμεν τὴν τελευτήν·
雅典人至于我们的帝国,即使它会终结,我们也不为其结局而担忧。
οὐ γὰρ οἱ ἄρχοντες ἄλλων, ὥσπερ καὶ Λακεδαιμόνιοι, οὗτοι δεινοὶ τοῖς νικηθεῖσιν (ἔστι δὲ οὐ πρὸς Λακεδαιμονίους ἡμῖν ὁ ἀγών), ἀλλ’ ἢν οἱ ὑπήκοοί που τῶν ἀρξάντων αὐτοὶ ἐπιθέμενοι κρατήσωσιν.
因为那些统治他人的人——正如拉刻代蒙人一样(不过我们现在的争端并不是针对拉刻代蒙人)——对于被征服者来说并不算可怕;相反,如果被统治者自己在某个地方袭击并战胜了统治者,这才是可怕的。
§5.91.2ΑΘ.
καὶ περὶ μὲν τούτου ἡμῖν ἀφείσθω κινδυνεύεσθαι·
雅典人因此,关于这一点,就让我们自己去承担风险吧。
ὡς δὲ ἐπ’ ὠφελίᾳ τε πάρεσμεν τῆς ἡμετέρας ἀρχῆς καὶ ἐπὶ σωτηρίᾳ νῦν τοὺς λόγους ἐροῦμεν τῆς ὑμετέρας πόλεως, ταῦτα δηλώσομεν, βουλόμενοι ἀπόνως μὲν ὑμῶν ἄρξαι, χρησίμως δ’ ὑμᾶς ἀμφοτέροις σωθῆναι.
但是,我们在此是为了我们自己帝国的利益,而且我们现在说话是为了你们城邦的保存,这两点我们将予以说明。 因为我们希望不费力地统治你们,并且希望你们的得救能对我们双方都有利。