§5.56.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Λακεδαιμόνιοι λαθόντες Ἀθηναίους φρουρούς τε τριακοσίους καὶ Ἀγησιππίδαν ἄρχοντα κατὰ θάλασσαν ἐς Ἐπίδαυρον ἐσέπεμψαν.
在接下来的冬季,拉刻代蒙人避开雅典人的耳目,通过海路将三百名守备军和指挥官阿格西皮达斯送入埃皮达夫鲁斯。
§5.56.2Ἀργεῖοι δ’ ἐλθόντες παρ’ Ἀθηναίους ἐπεκάλουν ὅτι γεγραμμένον ἐν ταῖς σπονδαῖς διὰ τῆς ἑαυτῶν ἑκάστους μὴ ἐᾶν πολεμίους διιέναι ἐάσειαν κατὰ θάλασσαν παραπλεῦσαι· καὶ εἰ μὴ κἀκεῖνοι ἐς Πύλον κομιοῦσιν ἐπὶ Λακεδαιμονίους τοὺς Μεσσηνίους καὶ Εἵλωτας, ἀδικήσεσθαι αὐτοί.
阿耳戈斯人前往雅典人那里,控诉说,尽管条约中明文规定各方不得允许敌军通过己方领地,但雅典人却允许他们(拉刻代蒙人)由海路沿岸航行;他们还表示,如果雅典人不同样将美塞尼亚人和黑劳士人运送到皮洛斯以对付拉刻代蒙人,他们自己就将视为受到了不公正的对待。
§5.56.3Ἀθηναῖοι δὲ Ἀλκιβιάδου πείσαντος τῇ μὲν Λακωνικῇ στήλῃ ὑπέγραψαν ὅτι οὐκ ἐνέμειναν οἱ Λακεδαιμόνιοι τοῖς ὅρκοις, ἐς δὲ Πύλον ἐκόμισαν τοὺς ἐκ Κρανίων Εἵλωτας λῄζεσθαι, τὰ δ’ ἄλλα ἡσύχαζον.
雅典人在阿尔西比亚德斯的劝说下,在拉科尼亚石碑下写明拉刻代蒙人没有遵守誓言,并将克拉尼奥伊的黑劳士人运送到皮洛斯去进行掠夺,但在其他方面则保持平静。
§5.56.4τὸν δὲ χειμῶνα τοῦτον πολεμούντων Ἀργείων καὶ Ἐπιδαυρίων μάχη μὲν οὐδεμία ἐγένετο ἐκ παρασκευῆς, ἐνέδραι δὲ καὶ καταδρομαί, ἐν αἷς ὡς τύχοιεν ἑκατέρων τινὲς διεφθείροντο.
在这个冬季,尽管阿耳戈斯人和埃皮达夫鲁斯人处于战争状态,但没有发生任何有准备的正式战斗,只有埋伏和袭击,在这期间,双方都有一些人在偶然遭遇中丧生。
§5.56.5καὶ τελευτῶντος τοῦ χειμῶνος πρὸς ἔαρ ἤδη κλίμακας ἔχοντες οἱ Ἀργεῖοι ἦλθον ἐπὶ τὴν Ἐπίδαυρον, ὡς ἐρήμου οὔσης διὰ τὸν πόλεμον βίᾳ αἱρήσοντες· καὶ ἄπρακτοι ἀπῆλθον.
冬季结束、将近春天时,阿耳戈斯人携带梯子来到埃皮达夫鲁斯,企图趁着该城因战争而防备空虚时强行攻占它;但他们无功而返。
καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ τρίτον καὶ δέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα.
冬季宣告结束,战争的第十三年也随之结束。