§5.112.1καὶ οἱ μὲν Ἀθηναῖοι μετεχώρησαν ἐκ τῶν λόγων· οἱ δὲ Μήλιοι κατὰ σφᾶς αὐτοὺς γενόμενοι, ὡς ἔδοξεν αὐτοῖς παραπλήσια καὶ ἀντέλεγον, ἀπεκρίναντο τάδε.
于是,雅典人退出了谈判;而梅洛斯人独自商议,由于他们的决定与之前反驳时所持的观点大体相同,便作出了如下答复: “雅典人啊,我们的想法与最初完全一样,没有任何改变。
§5.112.2‘οὔτε ἄλλα δοκεῖ ἡμῖν ἢ ἅπερ καὶ τὸ πρῶτον, ὦ Ἀθηναῖοι, οὔτ’ ἐν ὀλίγῳ χρόνῳ πόλεως ἑπτακόσια ἔτη ἤδη οἰκουμένης τὴν ἐλευθερίαν ἀφαιρησόμεθα, ἀλλὰ τῇ τε μέχρι τοῦδε σῳζούσῃ τύχῃ ἐκ τοῦ θείου αὐτὴν καὶ τῇ ἀπὸ τῶν ἀνθρώπων καὶ Λακεδαιμονίων τιμωρίᾳ πιστεύοντες πειρασόμεθα σῴζεσθαι.
我们绝不会在短暂的时间里,就剥夺一个已经建立了七百年的城邦的自由。 相反,我们信赖那来自神明、至今仍在保佑它的命运,以及来自人类、特别是拉刻代蒙人的援助,我们将努力使自己得以幸存。
§5.112.3προκαλούμεθα δὲ ὑμᾶς φίλοι μὲν εἶναι, πολέμιοι δὲ μηδετέροις, καὶ ἐκ τῆς γῆς ἡμῶν ἀναχωρῆσαι σπονδὰς ποιησαμένους αἵτινες δοκοῦσιν ἐπιτήδειοι εἶναι ἀμφοτέροις.
我们向你们提议,我们做你们的朋友,但不做任何一方的敌人,并且在缔结对双方都适宜的条约之后,你们撤出我们的土地。
’
”