Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.105.1-5.105.4

强者统治的自然法则与斯巴达救援的虚妄

第 605 段,共 917 段 · 希腊语

内容简介

雅典人主张,强国统治弱国是神明与人类共通的必然自然规律,因此在神明青睐方面他们并不落后。他们驳斥了梅洛斯人关于拉凯戴蒙人因羞耻感而前来援助的期待,指出拉凯戴蒙人在对外事务中总是将自身利益和快乐置于正义之上。

§5.105.1ΑΘ. τῆς μὲν τοίνυν πρὸς τὸ θεῖον εὐμενείας οὐδ’ ἡμεῖς οἰόμεθα λελείψεσθαι·
雅典因此,在神明的青睐方面,我们也认为自己不会落后。
οὐδὲν γὰρ ἔξω τῆς ἀνθρωπείας τῶν μὲν ἐς τὸ θεῖον νομίσεως, τῶν δ’ ἐς σφᾶς αὐτοὺς βουλήσεως δικαιοῦμεν ἢ πράσσομεν.
因为我们无论是提出要求还是付诸行动,都没有任何超出人类对神明的信仰、以及人类对自身的意志范围以外的事。
§5.105.2ΑΘ. ἡγούμεθα γὰρ τό τε θεῖον δόξῃ τὸ ἀνθρώπειόν τε σαφῶς διὰ παντὸς ὑπὸ φύσεως ἀναγκαίας, οὗ ἂν κρατῇ, ἄρχειν·
雅典因为我们认为,神明凭着人们的推测,而人类凭着显而易见的事实,在任何时候都由于一种必然的天性,只要在力量所及之处就会实行统治。
καὶ ἡμεῖς οὔτε θέντες τὸν νόμον οὔτε κειμένῳ πρῶτοι χρησάμενοι, ὄντα δὲ παραλαβόντες καὶ ἐσόμενον ἐς αἰεὶ καταλείψοντες χρώμεθα αὐτῷ, εἰδότες καὶ ὑμᾶς ἂν καὶ ἄλλους ἐν τῇ αὐτῇ δυνάμει ἡμῖν γενομένους δρῶντας ἂν ταὐτό.
我们既没有制定这一规律,也不是在其制定后首先使用它的人;但我们承接了这一既有的规律,并将其留存至永远,我们正在使用它,因为我们知道,如果你们或其他人处于与我们相同的力量之下,也会做出完全相同的事。
§5.105.3ΑΘ. καὶ πρὸς μὲν τὸ θεῖον οὕτως ἐκ τοῦ εἰκότος οὐ φοβούμεθα ἐλασσώσεσθαι·
雅典因此,就神明而言,我们有理由不担心自己会处于劣势。
τῆς δὲ ἐς Λακεδαιμονίους δόξης, ἣν διὰ τὸ αἰσχρὸν δὴ βοηθήσειν ὑμῖν πιστεύετε αὐτούς, μακαρίσαντες ὑμῶν τὸ ἀπειρόκακον οὐ ζηλοῦμεν τὸ ἄφρον.
但是,对于你们对拉凯戴蒙人的看法——即你们相信他们会因为羞耻感而援助你们——我们虽然赞赏你们的纯真,却不羡慕你们的愚蠢。
§5.105.4ΑΘ. Λακεδαιμόνιοι γὰρ πρὸς σφᾶς μὲν αὐτοὺς καὶ τὰ ἐπιχώρια νόμιμα πλεῖστα ἀρετῇ χρῶνται· πρὸς δὲ τοὺς ἄλλους πολλὰ ἄν τις ἔχων εἰπεῖν ὡς προσφέρονται, ξυνελὼν μάλιστ’ ἂν δηλώσειεν ὅτι ἐπιφανέστατα ὧν ἴσμεν τὰ μὲν ἡδέα καλὰ νομίζουσι, τὰ δὲ ξυμφέροντα δίκαια.
雅典因为拉凯戴蒙人在对待彼此以及他们本国的制度时,最大程度地践行了美德;但关于他们如何对待外人,虽然有许多话可说,但最简明扼要的说法就是,在我们所知的人当中,他们最明显地把快乐视为美德,把利益视为正义。
καίτοι οὐ πρὸς τῆς ὑμετέρας νῦν ἀλόγου σωτηρίας ἡ τοιαύτη διάνοια.
然而,这种思维方式绝不利于你们目前毫无根据的安全期望。

词汇与语法注释

  1. §5.105.1τῶν μὲν ἐς τὸ θεῖον νομίσεως, τῶν δ’ ἐς σφᾶς αὐτοὺς βουλήσεως — 冠词 τῶν μὲν... τῶν δ'... 分别限定 νομίσεως(信仰)和 βουλήσεως(意志),并与形容词 τῆς ἀνθρωπείας(人类的)相平行,意为“在人类的事物中,一方面是对神明的信仰,另一方面是对自身的意志”。
  2. §5.105.2οὗ ἂν κρατῇ — 带有 ἂν 和虚拟语气 κρατῇ 的关系从句表示泛指,意为“凡是其力量所及之处(或凡是它能支配的地方)”,用以限定不定式 ἄρχειν(统治)的适用范围。
  3. §5.105.2εἰδότες καὶ ὑμᾶς ἂν καὶ ἄλλους ... δρῶντας ἂν ταὐτό — 分词 δρῶντας 带有双重 ἂν,在“对格+分词”结构中作为 εἰδότες 的宾语。它等同于间接引语中的潜在希求法(δρῷτε ἄν),充当条件分词 γενομένους(“如果获得了与我们相同的力量”)的结句(“也将会做出同样的事”)。
  4. §5.105.3τῆς δὲ ἐς Λακεδαιμονίους δόξης — 这是置于句首的关于/话题属格,用以引入主题(“至于你们对拉凯戴蒙人的看法”)。这一看法(δόξης)的两个侧面在后文中分别被表述为 τὸ ἀπειρόκακον(天真)与 τὸ ἄφρον(愚蠢)。
  5. §5.105.4οὐ πρὸς τῆς ὑμετέρας νῦν ἀλόγου σωτηρίας — 介词 πρός 支配属格时表示“站在……一边”或“有利于……”。与否定词 οὐ 结合,意为这种思维方式“并不利于”或“无法帮助”梅洛斯人获得安全。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.105.1-5.105.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.105.1-5.105.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。