§4.89.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος εὐθὺς ἀρχομένου, ὡς τῷ Ἱπποκράτει καὶ Δημοσθένει στρατηγοῖς οὖσιν Ἀθηναίων τὰ ἐν τοῖς Βοιωτοῖς ἐνεδίδοτο καὶ ἔδει τὸν μὲν Δημοσθένη ταῖς ναυσὶν ἐς τὰς Σίφας ἀπαντῆσαι, τὸν δ’ ἐπὶ τὸ Δήλιον, γενομένης διαμαρτίας τῶν ἡμερῶν ἐς ἃς ἔδει ἀμφοτέρους στρατεύειν, ὁ μὲν Δημοσθένης πρότερον πλεύσας πρὸς τὰς Σίφας καὶ ἔχων ἐν ταῖς ναυσὶν Ἀκαρνᾶνας καὶ τῶν ἐκεῖ πολλοὺς ξυμμάχων, ἄπρακτος γίγνεται μηνυθέντος τοῦ ἐπιβουλεύματος ὑπὸ Νικομάχου ἀνδρὸς Φωκέως ἐκ Φανοτέως, ὃς Λακεδαιμονίοις εἶπεν, ἐκεῖνοι δὲ Βοιωτοῖς·
在随后的冬季刚开始时,由于波奥蒂亚的内应事宜正向身为雅典将军的希波克拉底和德摩斯梯尼暗中交代,且规定德摩斯梯尼必须率领船只前往西法伊会合,而另一人则前往德里翁;但因两人应当出征的日期发生了差错,德摩斯梯尼便提前乘船前往西法伊,船上载有阿卡纳尼亚人和当地的许多盟友,结果因计划遭到潘诺特乌斯的福基斯人尼科马科斯的告密而一事无成,此人将计划告知了拉克代蒙人,而拉克代蒙人又转告了波奥蒂亚人。
§4.89.2καὶ βοηθείας γενομένης πάντων Βοιωτῶν (οὐ γάρ πω Ἱπποκράτης παρελύπει ἐν τῇ γῇ ὤν) προκαταλαμβάνονται αἵ τε Σῖφαι καὶ ἡ Χαιρώνεια.
随着全体波奥蒂亚人的增援赶到(因为希波克拉底尚未在其土地上骚扰他们),西法伊和凯罗尼亚都被提前占领。
ὡς δὲ ᾔσθοντο οἱ πράσσοντες τὸ ἁμάρτημα, οὐδὲν ἐκίνησαν τῶν ἐν ταῖς πόλεσιν.
那些参与内应的人在察觉到这一差错后,便没有在各城邦内发动任何行动。