Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.83.1-4.83.6

巴西达斯与佩尔迪卡斯在远征阿拉拜奥斯上的分歧

第 448 段,共 917 段 · 希腊语

内容简介

佩尔迪卡斯率军远征阿拉拜奥斯,并由巴西达斯随行,但巴西达斯试图进行中立仲裁,并不顾佩尔迪卡斯的反对撤回了军队,导致两人之间产生裂痕。

§4.83.1Περδίκκας δὲ Βρασίδαν καὶ τὴν στρατιὰν εὐθὺς λαβὼν μετὰ τῆς ἑαυτοῦ δυνάμεως στρατεύει ἐπὶ Ἀρραβαῖον τὸν Βρομεροῦ Λυγκηστῶν Μακεδόνων βασιλέα ὅμορον ὄντα, διαφορᾶς τε αὐτῷ οὔσης καὶ βουλόμενος καταστρέψασθαι.
佩尔迪卡斯随即带领巴西达斯及其军队,同自己的兵力一起,去征讨邻境的林克斯马其顿人的国王、布罗梅罗斯之子阿拉拜奥斯;他与阿拉拜奥斯之间存在不和,并企图征服对方。
§4.83.2ἐπεὶ δὲ ἐγένετο τῷ στρατῷ μετὰ τοῦ Βρασίδου ἐπὶ τῇ ἐσβολῇ τῆς Λύγκου, Βρασίδας λόγοις ἔφη βούλεσθαι πρῶτον ἐλθὼν πρὸ πολέμου Ἀρραβαῖον ξύμμαχον Λακεδαιμονίων, ἢν δύνηται, ποιῆσαι.
当军队与巴西达斯一同抵达林克斯的隘口时,巴西达斯表示,他希望在诉诸战争之前,先通过谈判,如果可能的话,将阿拉拜奥斯争取为拉刻代蒙人的盟友。
§4.83.3καὶ γάρ τι καὶ Ἀρραβαῖος ἐπεκηρυκεύετο, ἑτοῖμος ὢν Βρασίδᾳ μέσῳ δικαστῇ ἐπιτρέπειν· καὶ οἱ Χαλκιδέων πρέσβεις ξυμπαρόντες ἐδίδασκον αὐτὸν μὴ ὑπεξελεῖν τῷ Περδίκκᾳ τὰ δεινά, ἵνα προθυμοτέρῳ ἔχοιεν καὶ ἐς τὰ ἑαυτῶν χρῆσθαι.
因为阿拉拜奥斯也曾派来使者,表示愿意将争议提交给作为中立仲裁者的巴西达斯;同时,在场的卡尔基迪斯使节也劝说巴西达斯不要为佩尔迪卡斯扫除威胁,以便他们能够让佩尔迪卡斯在他们自己的事务中更加热心地出力。
§4.83.4ἅμα δέ τι καὶ εἰρήκεσαν τοιοῦτον οἱ παρὰ τοῦ Περδίκκου ἐν τῇ Λακεδαίμονι, ὡς πολλὰ αὐτοῖς τῶν περὶ αὑτὸν χωρίων ξύμμαχα ποιήσοι, ὥστε ἐκ τοῦ τοιούτου κοινῇ μᾶλλον ὁ Βρασίδας τὰ τοῦ Ἀρραβαίου ἠξίου πράσσειν.
此外,佩尔迪卡斯在拉刻代蒙的使者也曾作过类似的承诺,称佩尔迪卡斯将使他周围的许多地方成为他们的盟友,因此,由于这一原因,巴西达斯更倾向于将阿拉拜奥斯的事务作为共同的事业来处理。
§4.83.5Περδίκκας δὲ οὔτε δικαστὴν ἔφη Βρασίδαν τῶν σφετέρων διαφορῶν ἀγαγεῖν, μᾶλλον δὲ καθαιρέτην ὧν ἂν αὐτὸς ἀποφαίνῃ πολεμίων, ἀδικήσειν τε εἰ αὐτοῦ τρέφοντος τὸ ἥμισυ τοῦ στρατοῦ ξυνέσται Ἀρραβαίῳ.
但佩尔迪卡斯声称,他请巴西达斯来并不是要他当他们争端的仲裁者,而是要他去消灭他自己所指明的敌人;他还表示,在自己供养着半数军队的情况下,如果巴西达斯却去与阿拉拜奥斯会谈,那将是对他的背叛。
§4.83.6ὁ δὲ ἄκοντος καὶ ἐκ διαφορᾶς ξυγγίγνεται, καὶ πεισθεὶς τοῖς λόγοις ἀπήγαγε τὴν στρατιὰν πρὶν ἐσβαλεῖν ἐς τὴν χώραν.
然而,巴西达斯不顾佩尔迪卡斯反对且在双方产生不和的情况下,依然与阿拉拜奥斯会谈,并被其言辞说服,在侵入该国之前便撤回了军队。
Περδίκκας δὲ μετὰ τοῦτο τρίτον μέρος ἀνθ’ ἡμίσεος τῆς τροφῆς ἐδίδου, νομίζων ἀδικεῖσθαι.
此后,佩尔迪卡斯认为自己受到了不公正的对待,便只提供三分之一的给养,以代替之前的半数。

词汇与语法注释

  1. §4.83.1διαφορᾶς τε αὐτῷ οὔσης καὶ βουλόμενος καταστρέψασθαι — 连词 `καί` 将两种不同语法结构的成分并列在一起:表示原因的属格绝对结构 `διαφορᾶς... οὔσης` 和修饰主句主语的主格分词 `βουλόμενος`(异文结合,anacoluthon)。
  2. §4.83.3ἵνα προθυμοτέρῳ ἔχοιεν καὶ ἐς τὰ ἑαυτῶν χρῆσθαι — 动词 `ἔχοιενen` 与不定式 `χρῆσθαι` 连用,表示“能够”。与格比较级形容词 `προθυμοτέρῳ` 与 `χρῆσθαι` 的隐含与格宾语(佩尔迪卡斯)一致,充当谓语性与格(“以便他们能够将其作为更热心的支持者加以利用”)。
  3. §4.83.5ἀδικήσειν τε εἰ αὐτοῦ τρέφοντος τὸ ἥμισυ τοῦ στρατοῦ ξυνέσται Ἀρραβαίῳ — 间接引语中的将来时不定式 `ἀδικήσειν` 省略了主语(巴西达斯),意为“(巴西达斯)将犯下不义之罪”。条件从句 `εἰ... ξυνέσται`(如果他会谈的话)反映了直接引语中的将来直陈语气,在过去时主句动词 `ἔφη` 的间接引语中,主句对应变为将来时不定式 `ἀδικήσειν`。此外,`αὐτοῦ τρέφοντος` 是以佩尔迪卡斯为原主语的属格绝对结构(具让步意味,“尽管他自己供养着”)。
  4. §4.83.6ὁ δὲ ἄκοντος καὶ ἐκ διαφορᾶς ξυγγίγνεται — 属格绝对结构分词 `ἄκοντος` 省略了名词主语(`τοῦ Περδίκκου`),意为“尽管佩尔迪卡斯不愿意”。该结构通过连词 `καί` 与介词短语 `ἐκ διαφορᾶς`(在产生不和的情况下)相并列。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.83.1-4.83.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.83.1-4.83.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。