Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.70.1-4.70.2

布拉西达斯进军救援并接近麦加拉

第 435 段,共 917 段 · 希腊语

内容简介

布拉西达斯在准备色雷斯远征时获悉尼萨亚告急,遂请求波奥蒂亚人增援,并亲自率军进驻特里波迪斯科斯。在得知尼萨亚失陷后,他率领精兵避开雅典人接近麦加拉,请求麦加拉人接纳他们并表示夺回该地仍有希望。

§4.70.1Βρασίδας δὲ ὁ Τέλλιδος Λακεδαιμόνιος κατὰ τοῦτον τὸν χρόνον ἐτύγχανε περὶ Σικυῶνα καὶ Κόρινθον ὤν, ἐπὶ Θρᾴκης στρατείαν παρασκευαζόμενος.
此时,特里斯之子、拉刻代蒙人布拉西达斯正巧在西库翁和科林斯一带,准备远征色雷斯。
καὶ ὡς ᾔσθετο τῶν τειχῶν τὴν ἅλωσιν, δείσας περί τε τοῖς ἐν τῇ Νισαίᾳ Πελοποννησίοις καὶ μὴ τὰ Μέγαρα ληφθῇ, πέμπει ἔς τε τοὺς Βοιωτοὺς κελεύων κατὰ τάχος στρατιᾷ ἀπαντῆσαι ἐπὶ Τριποδίσκον (ἔστι δὲ κώμη τῆς Μεγαρίδος ὄνομα τοῦτο ἔχουσα ὑπὸ τῷ ὄρει τῇ Γερανείᾳ), καὶ αὐτὸς ἔχων ἦλθεν ἑπτακοσίους μὲν καὶ δισχιλίους Κορινθίων ὁπλίτας, Φλειασίων δὲ τετρακοσίους, Σικυωνίων δὲ ἑξακοσίους, καὶ τοὺς μεθ’ αὑτοῦ ὅσοι ἤδη ξυνειλεγμένοι ἦσαν, οἰόμενος τὴν Νίσαιαν ἔτι καταλήψεσθαι ἀνάλωτον.
当他得知城墙失守后,既担心在尼萨亚的伯罗奔尼撒人,又怕麦加拉也被攻占,便派人前往波奥蒂亚人那里,命令他们迅速率军到特里波迪斯科技合(这是麦加里斯地区的一个村庄,以此为名,位于格拉内亚山脚下);他自己也率领两千七百名科林斯重装步兵、四百名弗利亚斯人、六百名西库翁人以及已经聚集在他身边的所有人一同赶来,以为还能发现尼萨亚尚未陷落。
§4.70.2ὡς δὲ ἐπύθετο (ἔτυχε γὰρ νυκτὸς ἐπὶ τὸν Τριποδίσκον ἐξελθών), ἀπολέξας τριακοσίους τοῦ στρατοῦ, πρὶν ἔκπυστος γενέσθαι, προσῆλθε τῇ τῶν Μεγαρέων πόλει λαθὼν τοὺς Ἀθηναίους ὄντας περὶ τὴν θάλασσαν, βουλόμενος μὲν τῷ λόγῳ καὶ ἅμα, εἰ δύναιτο, ἔργῳ τῆς Νισαίας πειρᾶσαι, τὸ δὲ μέγιστον, τὴν τῶν Μεγαρέων πόλιν ἐσελθὼν βεβαιώσασθαι.
然而,当他得知这一消息时(因为他恰好是在夜间行军到特里波迪斯科斯的),他从军队中挑选了三百人,在消息传开之前,避开在海边的雅典人,悄悄接近了麦加拉人的城市。 他一方面希望通过言语,同时如果可能的话,也通过行动来尝试夺回尼萨亚;而最重要的一点,则是进入并巩固麦加拉城。
καὶ ἠξίου δέξασθαι σφᾶς, λέγων ἐν ἐλπίδι εἶναι ἀναλαβεῖν Νίσαιαν.
于是,他要求他们接纳自己,并声称夺回尼萨亚仍有希望。

词汇与语法注释

  1. §4.70.1καταλήψεσθαι — 动词 καταλαμβάνω(发现、占领)的将来中间不定式,具有主动含义。其逻辑主语为前半句的主语布拉西达斯,以 τὴν Νίσαιαν 为宾语,ἀνάλωτον 为二次谓语(“处于未陷落的状态”)。
  2. §4.70.2λαθὼν τοὺς Ἀθηναίους ὄντας — 动词 λανθάνω(避开、不被察觉)的过去时分词 λαθών,与宾格目的语 τοὺς Ἀθηναίους 及其补充分词 ὄντας 连用,构成“在不被在……的雅典人察觉的情况下”这一惯用分词句式。
  3. §4.70.2ἐν ἐλπίδι εἶναι — 由 λέγων 引导的间接引语中的不定式结构。该结构源于非人称表达 ἐν ἐλπίδι ἐστί(“有……的希望”),字面意思是“夺回[尼萨亚]是在希望之中”,即“有夺回的希望”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.70.1-4.70.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.70.1-4.70.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。