§4.44.1χρόνον μὲν οὖν πολὺν ἀντεῖχον οὐκ ἐνδιδόντες ἀλλήλοις·
因此,在很长一段时间里,他们互相不让,坚守阵地。
ἔπειτα (ἦσαν γὰρ τοῖς Ἀθηναίοις οἱ ἱππῆς ὠφέλιμοι ξυμμαχόμενοι, τῶν ἑτέρων οὐκ ἐχόντων ἵππους) ἐτράποντο οἱ Κορίνθιοι καὶ ὑπεχώρησαν πρὸς τὸν λόφον καὶ ἔθεντο τὰ ὅπλα καὶ οὐκέτι κατέβαινον, ἀλλ᾽ ἡσύχαζον.
但此后(因为雅典人的骑兵在战斗中提供了很大的帮助,而另一方则没有马谱),科林斯人便败退并退往山丘,他们在那里放下武器,不再下来,而是保持安静。
§4.44.2ἐν δὲ τῇ τροπῇ ταύτῃ κατὰ τὸ δεξιὸν κέρας οἱ πλεῖστοί τε αὐτῶν ἀπέθανον καὶ Λυκόφρων ὁ στρατηγός.
在这次右翼的败退中,他们的大多数人以及将军吕科弗隆都阵亡了。
ἡ δὲ ἄλλη στρατιὰ τούτῳ τῷ τρόπῳ οὐ κατὰ δίωξιν πολλὴν οὐδὲ ταχείας φυγῆς γενομένης, ἐπεὶ ἐβιάσθη, ἐπαναχωρήσασα πρὸς τὰ μετέωρα ἱδρύθη.
其余的军队在受到压迫后,既没有遭受剧烈的追击,也没有进行仓皇的逃跑,而是以这种方式退到高地并驻扎下来。
§4.44.3οἱ δὲ Ἀθηναῖοι, ὡς οὐκέτι αὐτοῖς ἐπῇσαν ἐς μάχην, τούς τε νεκροὺς ἐσκύλευον καὶ τοὺς ἑαυτῶν ἀνῃροῦντο, τροπαῖόν τε εὐθέως ἔστησαν.
雅典人见敌人不再下来与他们交战,便剥去死者的盔甲,收回了己方的尸体,并立即立起了一座战利品纪念碑。
§4.44.4τοῖς δ’ ἡμίσεσι τῶν Κορινθίων, οἳ ἐν τῇ Κεγχρειᾷ ἐκάθηντο φύλακες μὴ ἐπὶ τὸν Κρομμυῶνα πλεύσωσι, τούτοις οὐ κατάδηλος ἡ μάχη ἦν ὑπὸ τοῦ ὄρους τοῦ Ὀνείου·
对于留守在肯克里阿以防雅典人驾船袭击克罗米翁的半数科林斯人来说,由于奥内乌斯山的阻挡,战斗的场景并不可见。
κονιορτὸν δὲ ὡς εἶδον καὶ [ὡς ] ἔγνωσαν, ἐβοήθουν εὐθύς.
但当他们看到尘土并意识到发生了什么时,便立即前去增援。
ἐβοήθησαν δὲ καὶ οἱ ἐκ τῆς πόλεως πρεσβύτεροι τῶν Κορινθίων αἰσθόμενοι τὸ γεγενημένον.
城里较年长的科林斯人在得知所发生的事情后,也赶来增援。
§4.44.5ἰδόντες δὲ οἱ Ἀθηναῖοι ξύμπαντας αὐτοὺς ἐπιόντας καὶ νομίσαντες τῶν ἐγγὺς ἀστυγειτόνων Πελοποννησίων βοήθειαν ἐπιέναι, ἀνεχώρουν κατὰ τάχος ἐπὶ τὰς ναῦς, ἔχοντες τὰ σκυλεύματα καὶ τοὺς ἑαυτῶν νεκροὺς πλὴν δυοῖν, οὓς ἐγκατέλιπον οὐ δυνάμενοι εὑρεῖν.
然而,雅典人看到他们全体逼近,并以为是附近的伯罗奔尼撒邻国派来的援军到来,便急忙退回船上,带走了战利品以及己方的死者遗体,只有两具尸体因无法找到而被遗留。
§4.44.6καὶ ἀναβάντες ἐπὶ τὰς ναῦς ἐπεραιώθησαν ἐς τὰς ἐπικειμένας νήσους, ἐκ δ’ αὐτῶν ἐπικηρυκευσάμενοι τοὺς νεκροὺς οὓς ἐγκατέλιπον ὑποσπόνδους ἀνείλοντο.
登船后,他们渡海到了对面的岛屿,并从那里派去传令官,在休战协定下收回了他们留下的死者尸体。
ἀπέθανον δὲ Κορινθίων μὲν ἐν τῇ μάχῃ δώδεκα καὶ διακόσιοι, Ἀθηναίων δὲ ὀλίγῳ ἐλάσσους πεντήκοντα.
在这场战斗中,科林斯人战死两百一十二人,雅典人战死略少于五十人。