Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.32.1-4.32.4

雅典主力登陆与德摩斯梯尼的包围战术

第 397 段,共 917 段 · 希腊语

内容简介

雅典人奇袭并消灭了斯巴达的第一哨所,并在黎明时分登陆了主力部队。德摩斯梯尼将部队(特别是轻装兵)分散部署在高地上,以四面包围斯巴达人,并通过远距离投射武器对其进行袭扰。

§4.32.1οἱ δὲ Ἀθηναῖοι τοὺς μὲν πρώτους φύλακας, οἷς ἐπέδραμον, εὐθὺς διαφθείρουσιν ἔν τε ταῖς εὐναῖς ἔτι καὶ ἀναλαμβάνοντας τὰ ὅπλα, λαθόντες τὴν ἀπόβασιν, οἰομένων αὐτῶν τὰς ναῦς κατὰ τὸ ἔθος ἐς ἔφορμον τῆς νυκτὸς πλεῖν.
雅典人隐蔽了登陆行动,在对方毫无察觉的情况下,立即将他们所袭击的第一哨所的守卫——有的尚在床上,有的正拿起武器——予以歼灭;因为斯巴达人以为那些船只像往常一样是在夜间驶往锚地进行巡逻。
§4.32.2ἅμα δὲ ἕῳ γιγνομένῃ καὶ ὁ ἄλλος στρατὸς ἀπέβαινεν, ἐκ μὲν νεῶν ἑβδομήκοντα καὶ ὀλίγῳ πλεόνων πάντες πλὴν θαλαμιῶν, ὡς ἕκαστοι ἐσκευασμένοι, τοξόται δὲ ὀκτακόσιοι καὶ πελτασταὶ οὐκ ἐλάσσους τούτων, Μεσσηνίων τε οἱ βεβοηθηκότες καὶ οἱ ἄλλοι ὅσοι περὶ Πύλον κατεῖχον πάντες πλὴν τῶν ἐπὶ τοῦ τείχους φυλάκων.
黎明时分,其余的军队也登陆了。 他们来自七十多艘船只,除了最底层的桨手外全员上陆,各人按自己的装备武装起来。 其中有八百名弓箭手和不少于此数的轻盾兵,以及前来增援的麦塞尼亚人和在皮洛斯周围占领阵地的其他所有人,除了城墙上的守卫。
§4.32.3Δημοσθένους δὲ τάξαντος διέστησαν κατὰ διακοσίους τε καὶ πλείους, ἔστι δ’ ᾗ ἐλάσσους, τῶν χωρίων τὰ μετεωρότατα λαβόντες, ὅπως ὅτι πλείστη ἀπορία ᾖ τοῖς πολεμίοις πανταχόθεν κεκυκλωμένοις καὶ μὴ ἔχωσι πρὸς ὅτι ἀντιτάξωνται, ἀλλ’ ἀμφίβολοι γίγνωνται τῷ πλήθει, εἰ μὲν τοῖς πρόσθεν ἐπίοιεν, ὑπὸ τῶν κατόπιν βαλλόμενοι, εἰ δὲ τοῖς πλαγίοις, ὑπὸ τῶν ἑκατέρωθεν παρατεταγμένων.
按照德摩斯梯尼的部署,他们分成二百人或更多(有些地方较少)的小队,占领了地势最高的地方,这是为了让四面受围的敌人陷入最大的困境之中,使他们不知道该朝向何处去对阵,而是因对方人多势众而两面受敌:如果他们向前方的敌人进攻,就会受到后方敌人的射击;如果向侧翼的敌人进攻,就会受到部署在两旁的敌人的射击。
§4.32.4κατὰ νώτου τε αἰεὶ ἔμελλον αὐτοῖς, ᾗ χωρήσειαν, οἱ πολέμιοι ἔσεσθαι ψιλοὶ καὶ οἱ ἀπορώτατοι, τοξεύμασι καὶ ἀκοντίοις καὶ λίθοις καὶ σφενδόναις ἐκ πολλοῦ ἔχοντες ἀλκήν, οἷς μηδὲ ἐπελθεῖν οἷόν τε ἦν· φεύγοντές τε γὰρ ἐκράτουν καὶ ἀναχωροῦσιν ἐπέκειντο.
而且无论他们走向哪里,身后总会有敌人,而这些敌人都是轻装兵,也是最难对付的。 他们依靠弓箭、标枪、石头和投石器从远处发挥威力,敌人甚至根本无法向他们逼近;因为他们即使在逃跑时也能占据优势,并在敌人退却时紧追不放。
τοιαύτῃ μὲν γνώμῃ ὁ Δημοσθένης τό τε πρῶτον τὴν ἀπόβασιν ἐπενόει καὶ ἐν τῷ ἔργῳ ἔταξεν·
德摩斯梯尼最初就是抱着这样的想法策划了登陆,并在实际战斗中进行了这样的部署。

词汇与语法注释

  1. §4.32.1οἷς ἐπέδραμον — 关系代词 οἷς 的先行词是 τοὺς πρώτους φύλακας。由于动词 ἐπιτρέχω(袭击、冲向)要求支配与格,因此这里使用了与格形式,而非宾格。
  2. §4.32.1ἔν τε ταῖς εὐναῖς ἔτι καὶ ἀναλαμβάνοντας τὰ ὅπλα — 介词短语(ἔν ταῖς εὐναῖς)和现在分词(ἀναλαμβάνοντας)这两个在语法上不同的结构通过 τε... καί 连接在一起,并列修饰前面的 φύλακας。这是修昔底德文体中常见的非对称并列句法。
  3. §4.32.3ἀμφίβολοι γίγνωνται τῷ πλήθει — 形容词 ἀμφίβολος 意为“腹背受敌”或“两面受攻击”。与格的 τῷ πλήθει 表示手段或原因(“由于对方人多势众”),说明了导致这一状态的原因。
  4. §4.32.4οἷς μηδὲ ἐπελθεῖν οἷόν τε ἦν — 关系代词 οἷς 指代前文所述的轻装兵,因动词 ἐπέρχομαι(向……发起突击)支配与格而使用与格形式。οἷόν τε ἦν 是无人称表达,与不定式(ἐπελθεῖν)连用表示“能够……”,在否定词 μηδέ 的修饰下,意为“甚至不可能向他们发起突击”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.32.1-4.32.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.32.1-4.32.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。