§4.22.1οἱ δὲ πρὸς μὲν τὴν ἀπόκρισιν οὐδὲν ἀντεῖπον, ξυνέδρους δὲ σφίσιν ἐκέλευον ἑλέσθαι οἵτινες λέγοντες καὶ ἀκούοντες περὶ ἑκάστου ξυμβήσονται κατὰ ἡσυχίαν ὅτι ἂν πείθωσιν ἀλλήλους.
他们对这一回答没有提出反驳,而是要求雅典人为他们选派协商委员,以便通过就每一具体问题进行讨论和倾听,在彼此能说服的事情上静静地达成协议。
§4.22.2Κλέων δὲ ἐνταῦθα δὴ πολὺς ἐνέκειτο, λέγων γιγνώσκειν μὲν καὶ πρότερον οὐδὲν ἐν νῷ ἔχοντας δίκαιον αὐτούς, σαφὲς δ’ εἶναι καὶ νῦν,οἵτινες τῷ μὲν πλήθει οὐδὲν ἐθέλουσιν εἰπεῖν, ὀλίγοις δὲ ἀνδράσι ξύνεδροι βούλονται γίγνεσθαι· ἀλλὰ εἴ τι ὑγιὲς διανοοῦνται, λέγειν ἐκέλευσεν ἅπασιν.
此时克里昂极其猛烈地发起攻击,说他以前就知道他们心里没有任何公正的意图,而现在这一点也更明显了,因为他们不愿对群众说什么,却只想和少数人作为委员进行商谈;但他要求,如果他们有任何诚意,就应该当着所有人的面说出来。
§4.22.3ὁρῶντες δὲ οἱ Λακεδαιμόνιοι οὔτε σφίσιν οἷόν τε ὂν ἐν πλήθει εἰπεῖν, εἴ τι καὶ ὑπὸ τῆς ξυμφορᾶς ἐδόκει αὐτοῖς ξυγχωρεῖν, μὴ ἐς τοὺς ξυμμάχους διαβληθῶσιν εἰπόντες καὶ οὐ τυχόντες, οὔτε τοὺς Ἀθηναίους ἐπὶ μετρίοις ποιήσοντας ἃ προυκαλοῦντο, ἀνεχώρησαν ἐκ τῶν Ἀθηνῶν ἄπρακτοι.
但拉刻代蒙人看到,他们不可能在群众面前发言——因为如果他们说出来却未能达到目的,他们就可能因为在不幸的压力下可能考虑做出的任何让步而向盟友失信——而且也看到雅典人不会以温和的条件接受他们的提议,于是没有取得任何成果便离开了雅典。