§4.1.1τοῦ δ’ ἐπιγιγνομένου θέρους περὶ σίτου ἐκβολὴν Συρακοσίων δέκα νῆες πλεύσασαι καὶ Λοκρίδες ἴσαι Μεσσήνην τὴν ἐν Σικελίᾳ κατέλαβον, αὐτῶν ἐπαγαγομένων, καὶ ἀπέστη Μεσσήνη Ἀθηναίων.
在接下来的夏天,大约在麦子出穗的时候,叙拉古人的十艘船只和同等数量的洛克里斯船只航行并占领了西西里的梅塞内,这是由于当地人自己召集他们来的,梅塞内也背叛了雅典人。
§4.1.2ἔπραξαν δὲ τοῦτο μάλιστα οἱ μὲν Συρακόσιοι ὁρῶντες προσβολὴν ἔχον τὸ χωρίον τῆς Σικελίας καὶ φοβούμενοι τοὺς Ἀθηναίους μὴ ἐξ αὐτοῦ ὁρμώμενοί ποτε σφίσι μείζονι παρασκευῇ ἐπέλθωσιν, οἱ δὲ Λοκροὶ κατὰ ἔχθος τὸ Ῥηγίνων, βουλόμενοι ἀμφοτέρωθεν αὐτοὺς καταπολεμεῖν.
他们这样做主要出于以下原因:叙拉古人看到该地是进入西西里的通道,并担心雅典人有朝一日会以此为基地,以更大的军备来袭击他们;而洛克里斯人则是出于对雷吉翁人的仇恨,希望从两面夹击他们。
§4.1.3καὶ ἐσεβεβλήκεσαν ἅμα ἐς τὴν Ῥηγίνων οἱ Λοκροὶ πανστρατιᾷ, ἵνα μὴ ἐπιβοηθῶσι τοῖς Μεσσηνίοις, ἅμα δὲ καὶ ξυνεπαγόντων Ῥηγίνων φυγάδων, οἳ ἦσαν παρ’ αὐτοῖς· τὸ γὰρ Ῥήγιον ἐπὶ πολὺν χρόνον ἐστασίαζε καὶ ἀδύνατα ἦν ἐν τῷ παρόντι τοὺς Λοκροὺς ἀμύνεσθαι, ᾗ καὶ μᾶλλον ἐπετίθεντο.
同时,洛克里斯人已全军入侵雷吉翁人的领地,以便他们无法救援梅塞内人,同时也是因为和他们在一起的雷吉翁流亡者共同促成此事;因为雷吉翁长期处于内讧之中,目前无法抵御洛克里斯人,这也是为什么他们更加变本加厉地进攻的原因。
§4.1.4δῃώσαντες δὲ οἱ μὲν Λοκροὶ τῷ πεζῷ ἀπεχώρησαν, αἱ δὲ νῆες Μεσσήνην ἐφρούρουν· καὶ ἄλλαι αἱ πληρούμεναι ἔμελλον αὐτόσε ἐγκαθορμισάμεναι τὸν πόλεμον ἐντεῦθεν ποιήσεσθαι.
洛克里斯人在蹂躏了土地后率陆军撤退,而船只则防守着梅塞内;其他正在装配的船只也准备在那里停泊,并以此为基地展开战争。