§4.132.1περιτειχιζομένης δὲ τῆς Σκιώνης Περδίκκας τοῖς τῶν Ἀθηναίων στρατηγοῖς ἐπικηρυκευσάμενος ὁμολογίαν ποιεῖται πρὸς τοὺς Ἀθηναίους διὰ τὴν τοῦ Βρασίδου ἔχθραν περὶ τῆς ἐκ τῆς Λύγκου ἀναχωρήσεως, εὐθὺς τότε ἀρξάμενος πράσσειν.
在斯基奥内被围围期间,珀迪卡斯向雅典将军们发出使者,与雅典人达成了协议。 这是由于他在从林科斯撤退的问题上对布拉西达斯产生敌意,他当时立即开始着手进行这项交涉。
§4.132.2καὶ (ἐτύγχανε γὰρ τότε Ἰσχαγόρας ὁ Λακεδαιμόνιος στρατιὰν μέλλων πεζῇ πορεύσειν ὡς Βρασίδαν) ὁ [δὲ] Περδίκκας, ἅμα μὲν κελεύοντος τοῦ Νικίου, ἐπειδὴ ξυνεβεβήκει, ἔνδηλόν τι ποιεῖν τοῖς Ἀθηναίοις βεβαιότητος πέρι, ἅμα δ’ αὐτὸς οὐκέτι βουλόμενος Πελοποννησίους ἐς τὴν αὑτοῦ ἀφικνεῖσθαι, παρασκευάσας τοὺς ἐν Θεσσαλίᾳ ξένους,χρώμενος αἰεὶ τοῖς πρώτοις, διεκώλυσε τὸ στράτευμα καὶ τὴν παρασκευήν, ὥστε μηδὲ πειρᾶσθαι Θεσσαλῶν.
并且(因为当时拉acedaemonian人伊斯卡戈拉斯正准备率军陆路前往布拉西达斯处),珀迪卡斯——一方面是由于尼基阿斯的催促,既然已经达成协议,他就应该向雅典人展示一些明显的证据来证明他的可靠性;另一方面是他自己不再希望伯罗奔尼撒人进入他自己的领土——于是他动员了自己在色萨利的客友,始终利用那些地位最高的人,阻止了那支军队和他们的准备工作,以至于他们甚至没有尝试通过色萨利人的领土。
§4.132.3Ἰσχαγόρας μέντοι καὶ Ἀμεινίας καὶ Ἀριστεὺς αὐτοί τε ὡς Βρασίδαν ἀφίκοντο, ἐπιδεῖν πεμψάντων Λακεδαιμονίων τὰ πράγματα, καὶ τῶν ἡβώντων αὐτῶν παρανόμως ἄνδρας ἐξῆγον ἐκ Σπάρτης, ὥστε τῶν πόλεων ἄρχοντας καθιστάναι καὶ μὴ τοῖς ἐντυχοῦσιν ἐπιτρέπειν.
然而,伊斯卡戈拉斯、阿梅尼亚斯和阿里斯透斯本人到达了布拉西达斯那里,他们是受拉acedaemonian人派遣来视察局势的;他们违反法律,从斯巴达带出了一些青年男子,以便任命他们为各城市的总督,而不将权力托付给碰巧在场的人。
καὶ Κλεαρίδαν μὲν τὸν Κλεωνύμου καθίστησιν ἐν Ἀμφιπόλει, Πασιτελίδαν δὲ τὸν Ἡγησάνδρου ἐν Τορώνῃ.
他(布拉西达斯)任命克利奥尼穆斯之子克利阿里达斯为安菲波利斯总督,任命赫格桑德之子帕西特里达斯为托罗内总督。