Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.120.1-4.120.3

斯基奥内的叛离与布拉西达斯的造访

第 485 段,共 917 段 · 希腊语

内容简介

记述了斯基奥内脱离雅典投奔布拉西达斯,以及布拉西达斯冒险夜渡至斯基奥内,极力赞扬其自发争取自由的英勇决定并承诺未来予以重用的经过。

§4.120.1περὶ δὲ τὰς ἡμέρας ταύτας αἷς ἐπήρχοντο Σκιώνη ἐν τῇ Παλλήνῃ πόλις ἀπέστη ἀπ’ Ἀθηναίων πρὸς Βρασίδαν.
正当各方进行这些休战谈判的期间,帕勒涅的城市斯基奥内脱离雅典,投奔了布拉西达斯。
φασὶ δὲ οἱ Σκιωναῖοι Πελληνῆς μὲν εἶναι ἐκ Πελοποννήσου, πλέοντας δ’ ἀπὸ Τροίας σφῶν τοὺς πρώτους κατενεχθῆναι ἐς τὸ χωρίον τοῦτο τῷ χειμῶνι ᾧ ἐχρήσαντο Ἀχαιοί, καὶ αὐτοῦ οἰκῆσαι.
斯基奥内人自称是来自伯罗奔尼撒的佩勒内人,在从特洛伊航行返航时,他们的先祖因遭遇阿开亚人所经历的风暴而被吹到此地,并在此定住。
§4.120.2ἀποστᾶσι δ’ αὐτοῖς ὁ Βρασίδας διέπλευσε νυκτὸς ἐς τὴν Σκιώνην, τριήρει μὲν φιλίᾳ προπλεούσῃ, αὐτὸς δὲ ἐν κελητίῳ ἄπωθεν ἐφεπόμενος, ὅπως, εἰ μέν τινι τοῦ κέλητος μείζονι πλοίῳ περιτυγχάνοι, ἡ τριήρης ἀμύνοι αὐτῷ, ἀντιπάλου δὲ ἄλλης τριήρους ἐπιγενομένης οὐ πρὸς τὸ ἔλασσον νομίζων τρέψεσθαι, ἀλλ’ ἐπὶ τὴν ναῦν, καὶ ἐν τούτῳ αὑτὸν διασώσειν.
在他们起义之后,布拉西达斯乘夜渡海前往斯基奥内。 他让一艘友方的三列桨战船在前面开路,自己则乘一艘轻捷艇在稍远处尾随。 他这样做是为了:如果遇到比轻捷艇更大的船只,三列桨战船可以保护他;而如果出现另一艘敌方的三列桨战船,他认为敌船不会朝较小的轻捷艇游来,而是会冲向那艘三列桨战船,这样他就可以乘机自救。
§4.120.3περαιωθεὶς δὲ καὶ ξύλλογον ποιήσας τῶν Σκιωναίων ἔλεγεν ἅ τε ἐν τῇ Ἀκάνθῳ καὶ Τορώνῃ, καὶ προσέτι φάσκων ἀξιωτάτους αὐτοὺς εἶναι ἐπαίνου, οἵτινες τῆς Παλλήνης ἐν τῷ ἰσθμῷ ἀπειλημμένης ὑπὸ Ἀθηναίων Ποτείδαιαν ἐχόντων καὶ ὄντες οὐδὲν ἄλλο ἢ νησιῶται αὐτεπάγγελτοι ἐχώρησαν πρὸς τὴν ἐλευθερίαν καὶ οὐκ ἀνέμειναν ἀτολμίᾳ ἀνάγκην σφίσι προσγενέσθαι περὶ τοῦ φανερῶς οἰκείου ἀγαθοῦ·
布拉西达斯渡海并召集斯基奥内人开会,发表了与在阿坎托斯和托罗内相同的演讲,并进一步宣称他们最值得赞扬。 因为尽管帕勒涅已被占领波提代亚的雅典人在地峡处切断,使他们无异于岛民,但他们仍自发地走向自由,没有因懦弱而等待被迫去争取那明显属于他们自己的福祉。
σημεῖόν τ’ εἶναι τοῦ καὶ ἄλλο τι ἂν αὐτοὺς τῶν μεγίστων ἀνδρείως ὑπομεῖναι· εἴ τε θήσεται κατὰ νοῦν τὰ πράγματα, πιστοτάτους τε τῇ ἀληθείᾳ ἡγήσεσθαι αὐτοὺς Λακεδαιμονίων φίλους καὶ τἆλλα τιμήσειν.
他还说,这表明他们也将勇敢地承受任何其他最大的考验;如果事情如愿发展,他将视他们为拉刻代蒙人最忠实的真朋友,并在其他方面予以重用。

词汇与语法注释

  1. 4.120.1αἷς ἐπήρχοντο — 动词 ἐπέρχομαι 的未完成过去时,在此意为“正在进行谈判”或“正在缔结和约”,强调休战协定缔结的过程。
  2. 4.120.2ἀποστᾶσι δ’ αὐτοῖς — 与格。用作关系与格,与主句动词 διέπλευσε 连用,表示“在他们起义之后(向他们那里)”。
  3. 4.120.2νομίζων... διασώσειν — 分词 νομίζων 位于 ὅπως 从句中,与主句主语(布拉西达斯)一致。它支配两个由 οὐ... ἀλλά 连接的将来不定式:τρέψεσθαι(认为敌船会转向)与 διασώσειν(认为自己将获救)。
  4. 4.120.3τοῦ καὶ ἄλλο τι ἂν αὐτοὺς τῶν μεγίστων ἀνδρείως ὑπομεῖναι — 带有属格冠词 τοῦ 的不定式 ἂν ὑπομεῖναι 起到了名词化的作用,作为 σημεῖον 的同格或限定说明。不定式与 ἄν 连用,相当于潜在希求法(ἂν ὑπομείνειαν)或直说过去时(ἂν ὑπέμ意为“他们也将勇敢地承受”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.120.1-4.120.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.120.1-4.120.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。