§3.73.1τῇ δ’ ὑστεραίᾳ ἠκροβολίσαντό τε ὀλίγα καὶ ἐς τοὺς ἀγροὺς περιέπεμπον ἀμφότεροι, τοὺς δούλους παρακαλοῦντές τε καὶ ἐλευθερίαν ὑπισχνούμενοι·
第二天,双方进行了轻微的交火,并都派人前往乡间,召集奴隶并许诺给予他们自由。
καὶ τῷ μὲν δήμῳ τῶν οἰκετῶν τὸ πλῆθος παρεγένετο ξύμμαχον, τοῖς δ’ ἑτέροις ἐκ τῆς ἠπείρου ἐπίκουροι ὀκτακόσιοι.
结果,大多数家奴加入平民一方作为盟友,而另一方则有来自大陆的八百名雇佣兵加入。