Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.62.1-3.62.5

底比斯为投靠波斯辩护并反驳普拉提亚

第 311 段,共 917 段 · 希腊语

内容简介

底比斯使者辩称,普拉提亚在波斯战争中没有投靠波斯只是因为追随雅典,而后来雅典侵略希腊时他们却协助了雅典。他们还为底比斯当年投靠波斯的行为辩护,称当时国家处于不法少数人专政的统治下,而在恢复法律后,他们为解放玻欧提亚做出了巨大贡献。

§3.62.1‘ἐπειδὴ δὲ καὶ ὁ βάρβαρος ἦλθεν ἐπὶ τὴν Ἑλλάδα, φασὶ μόνοι Βοιωτῶν οὐ μηδίσαι, καὶ τούτῳ μάλιστα αὐτοί τε ἀγάλλονται καὶ ἡμᾶς λοιδοροῦσιν.
‘当野蛮人入侵希腊时,他们自称是玻欧提亚人中唯一没有投靠波斯的人,他们以此尤为自豪,并辱骂我们。
§3.62.2ἡμεῖς δὲ μηδίσαι μὲν αὐτοὺς οὔ φαμεν διότι οὐδ’ Ἀθηναίους, τῇ μέντοι αὐτῇ ἰδέᾳ ὕστερον ἰόντων Ἀθηναίων ἐπὶ τοὺς Ἕλληνας μόνους αὖ Βοιωτῶν ἀττικίσαι.
但我们说,他们没有投靠波斯只是因为雅典人也没有投靠;然而,本着完全相同的意图,在后来雅典人进攻希腊人时,他们又是玻欧提亚人中唯一倒向雅典的人。
§3.62.3καίτοι σκέψασθε ἐν οἵῳ εἴδει ἑκάτεροι ἡμῶν τοῦτο ἔπραξαν.
可是,请看看我们双方各自是在何种政体下做出这些事的。
ἡμῖν μὲν γὰρ ἡ πόλις τότε ἐτύγχανεν οὔτε κατ’ ὀλιγαρχίαν ἰσόνομον πολιτεύουσα οὔτε κατὰ δημοκρατίαν· ὅπερ δέ ἐστι νόμοις μὲν καὶ τῷ σωφρονεστάτῳ ἐναντιώτατον, ἐγγυτάτω δὲ τυράννου, δυναστεία ὀλίγων ἀνδρῶν εἶχε τὰ πράγματα.
因为当时我们的城邦既非实行法律面前平等的寡头政治,也非实行民主政治;相反,它处于一种与法律和最温和的秩序最相敌对、最接近僭主政治的形式之下——由少数人构成的专政支配着国家事务。
§3.62.4καὶ οὗτοι ἰδίας δυνάμεις ἐλπίσαντες ἔτι μᾶλλον σχήσειν εἰ τὰ τοῦ Μήδου κρατήσειε, κατέχοντες ἰσχύι τὸ πλῆθος ἐπηγάγοντο αὐτόν· καὶ ἡ ξύμπασα πόλις οὐκ αὐτοκράτωρ οὖσα ἑαυτῆς τοῦτ’ ἔπραξεν, οὐδ’ ἄξιον αὐτῇ ὀνειδίσαι ὧν μὴ μετὰ νόμων ἥμαρτεν.
这些人企图在波斯人获胜时更稳固地保持自己的私人权力,于是用武力压制大众,把波斯人引了进来;因此,整个城邦是在无法自主决定自身事务的情况下做出此事的,不应当因为城邦在没有法律统治时所犯的过错而指责它。
§3.62.5ἐπειδὴ γοῦν ὅ τε Μῆδος ἀπῆλθε καὶ τοὺς νόμους ἔλαβε, σκέψασθαι χρή, Ἀθηναίων ὕστερον ἐπιόντων τήν τε ἄλλην Ἑλλάδα καὶ τὴν ἡμετέραν χώραν πειρωμένων ὑφ’ αὑτοῖς ποιεῖσθαι καὶ κατὰ στάσιν ἤδη ἐχόντων αὐτῆς τὰ πολλά, εἰ μαχόμενοι ἐν Κορωνείᾳ καὶ νικήσαντες αὐτοὺς ἠλευθερώσαμεν τὴν Βοιωτίαν καὶ τοὺς ἄλλους νῦν προθύμως ξυνελευθεροῦμεν, ἵππους τε παρέχοντες καὶ παρασκευὴν ὅσην οὐκ ἄλλοι τῶν ξυμμάχων.
无论如何,当波斯人撤退且城邦恢复了法律之后,你们应当考虑:在后来雅典人侵略其他希腊地区及我们的国土、企图将其据为己有,且通过内讧已经控制了其大部分地方时,我们是否在科罗尼亚通过战斗击败他们而解放了玻欧提亚,并且现在正热切地帮助解放其他人,提供了盟友中任何人都无法比拟的骑兵和军备。 ’

词汇与语法注释

  1. 3.62.2διότι οὐδ’ Ἀθηναίους — 意为“因为雅典人也没有(投靠波斯)”。在 διότι 之后省略了与前文不定式 μηδίσαι 对应的否定动词(相当于 διότι οὐδ’ Ἀθηναῖοι ἐμήδισαν)。底比斯人讽刺地指出,普拉提亚的选择不过是随大流,取决于雅典的选择。
  2. 3.62.3οὔτε κατ’ ὀλιγαρχίαν ἰσόνομον πολιτεύουσα οὔτε κατὰ δημοκρατίαν — 表明当时底比斯的政体既非具有法律平等的温和寡头制(ὀλιγαρχία ἰσόνομος),亦非民主制。分词 πολιτεύουσα 作为前文动词 ἐτύγχανεν(当时恰好是)的补足语。
  3. 3.62.4ὧν μὴ μετὰ νόμων ἥμαρτεν — 伴随先行词省略的关系代名词格吸引,相当于 τούτων ἃ μὴ μετὰ νόμων ἥμαρτεν(城邦在没有法律统治时所犯的过错)。否定词 μὴ 表示某种条件或主观否定。
  4. 3.62.5εἰ μαχόμενοι ἐν Κορωνείᾳ ... ἠλευθερώσαμεν — 由动词短语 σκέψασθαι χρή(应当考虑)引导的间接疑问句,意为“我们是否在科罗尼亚战斗并解放了……”。由于是历史事实,故使用直陈式过去时(不定过去时),而非虚拟式或祈愿式。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.62.1-3.62.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.62.1-3.62.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。