§3.6.1οἱ δὲ Ἀθηναῖοι πολὺ ἐπιρρωσθέντες διὰ τὴν τῶν Μυτιληναίων ἡσυχίαν ξυμμάχους τε προσεκάλουν, οἳ πολὺ θᾶσσον παρῆσαν ὁρῶντες οὐδὲν ἰσχυρὸν ἀπὸ τῶν Λεσβίων, καὶ περιορμισάμενοι τὸ πρὸς νότον τῆς πόλεως ἐτείχισαν στρατόπεδα δύο ἑκατέρωθεν τῆς πόλεως, καὶ τοὺς ἐφόρμους ἐπ’ ἀμφοτέροις τοῖς λιμέσιν ἐποιοῦντο.
雅典人因米蒂利尼人的静默而备受鼓舞,便召集盟友;盟友们看到莱斯沃斯人并无强有力的行动,便以快得多的速度赶来。 雅典人将船只移泊至该城的南侧,并在该城两侧修筑了两个营地,对两个港口都实行了海上封锁。
§3.6.2καὶ τῆς μὲν θαλάσσης εἶργον μὴ χρῆσθαι τοὺς Μυτιληναίους, τῆς δὲ γῆς τῆς μὲν ἄλλης ἐκράτουν οἱ Μυτιληναῖοι καὶ οἱ ἄλλοι Λέσβιοι προσβεβοηθηκότες ἤδη, τὸ δὲ περὶ τὰ στρατόπεδα οὐ πολὺ κατεῖχον οἱ Ἀθηναῖοι, ναύσταθμον δὲ μᾶλλον ἦν αὐτοῖς πλοίων καὶ ἀγορὰ ἡ Μαλέα.
他们阻止米蒂利尼人使用海洋;至于陆地,虽然米蒂利尼人和已经赶来援助的其他莱斯沃斯人控制了其余的大部分地方,但雅典人只占领了营地周围不大的区域,而马利亚更多地是作为他们的船只停泊地和集市。
καὶ τὰ μὲν περὶ Μυτιλήνην οὕτως ἐπολεμεῖτο.
于是,围绕米蒂利尼的战争便是这样进行的。