§3.59.1‘οὐ πρὸς τῆς ὑμετέρας δόξης, ὦ Λακεδαιμόνιοι, τάδε, οὔτε ἐς τὰ κοινὰ τῶν Ἑλλήνων νόμιμα καὶ ἐς τοὺς προγόνους ἁμαρτάνειν οὔτε ἡμᾶς τοὺς εὐεργέτας ἀλλοτρίας ἕνεκα ἔχθρας μὴ αὐτοὺς ἀδικηθέντας διαφθεῖραι, φείσασθαι δὲ καὶ ἐπικλασθῆναι τῇ γνώμῃ οἴκτῳ σώφρονι λαβόντας, μὴ ὧν πεισόμεθα μόνον δεινότητα κατανοοῦντας, ἀλλ’ οἷοί τε ἂν ὄντες πάθοιμεν καὶ ὡς ἀστάθμητον τὸ τῆς ξυμφορᾶς ᾧτινί ποτ’ ἂν καὶ ἀναξίῳ ξυμπέσοι.
“斯巴达人啊,这些事情并不符合你们的名声:违背希腊人共同的法律和你们的先祖,并且为了别人的仇恨而毁灭我们这些恩人,而你们自己并未受到我们的伤害;相反,你们应该宽恕我们,在心意上有所软化,怀着合理的同情接纳我们,不仅要考虑到我们将要遭受之事的恐怖,还要考虑到我们将以何种身份遭受这些,以及命运的无常,它可能降临到任何一个甚至是无辜的人身上。
§3.59.2ἡμεῖς τε, ὡς πρέπον ἡμῖν καὶ ὡς ἡ χρεία προάγει, αἰτούμεθα ὑμᾶς, θεοὺς τοὺς ὁμοβωμίους καὶ κοινοὺς τῶν Ἑλλήνων ἐπιβοώμενοι, πεῖσαι τάδε· προφερόμενοι ὅρκους οὓς οἱ πατέρες ὑμῶν ὤμοσαν μὴ ἀμνημονεῖν ἱκέται γιγνόμεθα ὑμῶν τῶν πατρῴων τάφων καὶ ἐπικαλούμεθα τοὺς κεκμηκότας μὴ γενέσθαι ὑπὸ Θηβαίοις μηδὲ τοῖς ἐχθίστοις φίλτατοι ὄντες παραδοθῆναι.
我们,正如对我们而言是合宜的、也是我们的急需所驱使的那样,呼唤着共享祭坛、希腊人共同的神明,恳求你们允准此事;我们提出你们父辈曾立下的誓言,请求你们不要遗忘,我们成为你们祖先陵墓的恳求者,并呼唤那些逝者,不要让我们落入底比斯人的统治之下,也不要让我们这些对逝者最亲近的人,被移交给最可憎的敌人。
ἡμέρας τε ἀναμιμνῄσκομεν ἐκείνης ᾗ τὰ λαμπρότατα μετ’ αὐτῶν πράξαντες νῦν ἐν τῇδε τὰ δεινότατα κινδυνεύομεν παθεῖν.
我们还让你们想起那一天,我们曾与他们一起完成了最辉煌的伟业,而如今在这同一天,我们却面临着遭受最恐怖命运的危险。
§3.59.3ὅπερ δὲ ἀναγκαῖόν τε καὶ χαλεπώτατον τοῖς ὧδε ἔχουσι, λόγου τελευτᾶν, διότι καὶ τοῦ βίου ὁ κίνδυνος ἐγγὺς μετ’ αὐτοῦ, παυόμενοι λέγομεν ἤδη ὅτι οὐ Θηβαίοις παρέδομεν τὴν πόλιν (εἱλόμεθα γὰρ ἂν πρό γε τούτου τῷ αἰσχίστῳ ὀλέθρῳ λιμῷ τελευτῆσαι), ὑμῖν δὲ πιστεύσαντες προσήλθομεν (καὶ δίκαιον, εἰ μὴ πείθομεν, ἐς τὰ αὐτὰ καταστήσαντας τὸν ξυντυχόντα κίνδυνον ἐᾶσαι ἡμᾶς αὐτοὺς ἑλέσθαι),
对于处境如此的人来说,最必要但也最困难的事情莫过于结束发言,因为生命的危险随着发言的结束而临近。 在我们停止说话之际,我们现在声明:我们并没有把城市投降给底比斯人(因为在此之前,我们宁愿选择因饥饿这一最可耻的毁灭方式而死),而是因为信任你们才向你们投降的。 因此,如果我们无法说服你们,公义的做法应当是让我们回到原来的境地,允许我们自己去选择将要面对的危险。
§3.59.4ἐπισκήπτομέν τε ἅμα μὴ Πλαταιῆς ὄντες οἱ προθυμότατοι περὶ τοὺς Ἕλληνας γενόμενοι Θηβαίοις τοῖς ἡμῖν ἐχθίστοις ἐκ τῶν ὑμετέρων χειρῶν καὶ τῆς ὑμετέρας πίστεως ἱκέται ὄντες,ὦ Λακεδαιμόνιοι, παραδοθῆναι, γενέσθαι δὲ σωτῆρας ἡμῶν καὶ μὴ τοὺς ἄλλους Ἕλληνας ἐλευθεροῦντας ἡμᾶς διολέσαι.
斯巴达人啊,我们同时恳求你们,不要让我们这些对希腊人最为热忱的普拉提亚人,在你们手中和你们的信义之下作为恳求者,被移交给底比斯人——我们最可憎的敌人;相反,愿你们成为我们的拯救者,不要在解放其他希腊人的同时,却将我们毁灭。
’
”