§3.34.1παραπλέων δὲ πάλιν ἔσχε καὶ ἐς Νότιον τὸ Κολοφωνίων, οὗ κατῴκηντο Κολοφώνιοι τῆς ἄνω πόλεως ἑαλωκυίας ὑπὸ Ἰταμάνους καὶ τῶν βαρβάρων κατὰ στάσιν ἰδίαν ἐπαχθέντων·
帕刻斯沿岸折返航行,并在科洛封人的港口诺提翁靠岸。 由于内陆的“上城”因私下的党争引入了伊塔马内斯和蛮族而被攻占,科洛封人便移居于此。
ἑάλω δὲ μάλιστα αὕτη ὅτε ἡ δευτέρα Πελοποννησίων ἐσβολὴ ἐς τὴν Ἀττικὴν ἐγίγνετο.
上城被攻占主要是在伯罗奔尼撒人第二次入侵阿提卡的时候。
§3.34.2ἐν οὖν τῷ Νοτίῳ οἱ καταφυγόντες καὶ κατοικήσαντες αὐτόθι αὖθις στασιάσαντες, οἱ μὲν παρὰ Πισσούθνου ἐπικούρους Ἀρκάδων τε καὶ τῶν βαρβάρων ἐπαγαγόμενοι ἐν διατειχίσματι εἶχον, καὶ τῶν ἐκ τῆς ἄνω πόλεως Κολοφωνίων οἱ μηδίσαντες ξυνεσελθόντες ἐπολίτευον, οἱ δὲ ὑπεξελθόντες τούτους καὶ ὄντες φυγάδες τὸν Πάχητα ἐπάγονται.
于是,在逃到诺提翁并定居于此的人们中间,再次发生了党争。 其中一派从皮苏特内斯那里引入了阿卡迪亚雇佣兵和蛮族,并占领了隔墙内的区域,而上城科洛封人中的亲波斯派也与他们合流,共同执掌政权;另一派则避开他们,成为流亡者,并把帕刻斯引了进来。
§3.34.3ὁ δὲ προκαλεσάμενος ἐς λόγους Ἱππίαν τῶν ἐν τῷ διατειχίσματι Ἀρκάδων ἄρχοντα, ὥστε, ἢν μηδὲν ἀρέσκον λέγῃ, πάλιν αὐτὸν καταστήσειν ἐς τὸ τεῖχος σῶν καὶ ὑγιᾶ, ὁ μὲν ἐξῆλθε παρ’ αὐτόν, ὁ δ’ ἐκεῖνον μὲν ἐν φυλακῇ ἀδέσμῳ εἶχεν, αὐτὸς δὲ προσβαλὼν τῷ τειχίσματι ἐξαπιναίως καὶ οὐ προσδεχομένων αἱρεῖ, τούς τε Ἀρκάδας καὶ τῶν βαρβάρων ὅσοι ἐνῆσαν διαφθείρει·
帕刻斯邀请隔墙内阿卡迪亚人的指挥官希庇亚斯进行谈判,条件是如果双方未能达成满意的协议,就将他安全无恙地送回城墙内。 希庇亚斯出来见他,而帕刻斯却将其处于不加锁链的看管之下,自己则趁对方防备不及,突然袭击并攻占了该隔墙区域,杀死了里面的所有阿卡迪亚人和蛮族。
καὶ τὸν Ἱππίαν ὕστερον ἐσαγαγὼν ὥσπερ ἐσπείσατο, ἐπειδὴ ἔνδον ἦν, ξυλλαμβάνει καὶ κατατοξεύει.
随后,他按照约定将希庇亚斯带进城内,等希庇亚斯一进到里面,就将他逮捕并用箭射死。
§3.34.4Κολοφωνίοις δὲ Νότιον παραδίδωσι πλὴν τῶν μηδισάντων.
帕刻斯将诺提翁交还给科洛封人,但排除了其中的亲波斯派。
καὶ ὕστερον Ἀθηναῖοι οἰκιστὰς πέμψαντες κατὰ τοὺς ἑαυτῶν νόμους κατῴκισαν τὸ Νότιον, ξυναγαγόντες πάντας ἐκ τῶν πόλεων, εἴ πού τις ἦν Κολοφωνίων.
后来,雅典人派遣殖民开拓者,按照自己的法律在诺提翁建立了殖民地,并将散落在各城市的科洛封人,只要是能找到的,全部召集了过来。