Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.33.1-3.33.3

阿尔基达斯的逃跑与帕刻斯的追击

第 282 段,共 917 段 · 希腊语

内容简介

阿尔基达斯被雅典公船发现后急忙逃跑,帕刻斯追击至帕特莫斯岛,但因无法追上而返回。

§3.33.1ἀπὸ δὲ τῆς Ἐφέσου ὁ Ἀλκίδας ἔπλει κατὰ τάχος καὶ φυγὴν ἐποιεῖτο· ὤφθη γὰρ ὑπὸ τῆς Σαλαμινίας καὶ Παράλου ἔτι περὶ Κλάρον ὁρμῶν (αἱ δ’ ἀπ’ Ἀθηνῶν ἔτυχον πλέουσαι), καὶ δεδιὼς τὴν δίωξιν ἔπλει διὰ τοῦ πελάγους ὡς γῇ ἑκούσιος οὐ σχήσων ἄλλῃ ἢ Πελοποννήσῳ.
阿尔基达斯急忙从埃非索斯起航逃跑;因为他还在克拉罗斯附近停泊时,就被萨拉米尼亚号和帕拉洛斯号(它们恰好是从雅典航行而来)发现了。 他害怕被追击,于是通过公海航行,打算除了伯罗奔尼撒之外,不自愿在任何其他陆地靠岸。
§3.33.2τῷ δὲ Πάχητι καὶ τοῖς Ἀθηναίοις ἦλθε μὲν καὶ ἀπὸ τῆς Ἐρυθραίας ἀγγελία, ἀφικνεῖτο δὲ καὶ πανταχόθεν·
帕刻斯和雅典人不仅收到了来自埃律特莱亚的报告,而且四面八方都有消息传来。
ἀτειχίστου γὰρ οὔσης τῆς Ἰωνίας μέγα τὸ δέος ἐγένετο μὴ παραπλέοντες οἱ Πελοποννήσιοι, εἰ καὶ ὣς μὴ διενοοῦντο μένειν, πορθῶσιν ἅμα προσπίπτοντες τὰς πόλεις.
因为伊奥尼亚没有城墙,人们非常担心伯罗奔尼撒人在沿海航行时,即使他们无意停留,也会顺便袭击并掠夺这些城市。
αὐτάγγελοι δ’ αὐτὸν ἰδοῦσαι ἐν τῇ Κλάρῳ ἥ τε Πάραλος καὶ ἡ Σαλαμινία ἔφρασαν.
而亲自在克拉罗斯目击到他的帕拉洛斯号和萨拉米尼亚号,则作为报信者报告了这一消息。
§3.33.3ὁ δὲ ὑπὸ σπουδῆς ἐποιεῖτο τὴν δίωξιν·
于是帕刻斯急速展开追击。
καὶ μέχρι μὲν Πάτμου τῆς νήσου ἐπεδίωξεν, ὡς δ᾽ οὐκέτι ἐν καταλήψει ἐφαίνετο, ἐπανεχώρει.
他一直追到帕特莫斯岛,但看到已无法追上时,便返回了。
κέρδος δὲ ἐνόμισεν, ἐπειδὴ οὐ μετεώροις περιέτυχεν, ὅτι οὐδαμοῦ ἐγκαταληφθεῖσαι ἠναγκάσθησαν στρατόπεδόν τε ποιεῖσθαι καὶ φυλακὴν σφίσι καὶ ἐφόρμησιν παρασχεῖν.
不过他认为这是一件幸事,既然没有在公海上遭遇他们,他们的船只也就没有在任何地方被截获,从而被迫建立营地,使雅典人不得不对他们进行戒备和封锁。

词汇与语法注释

  1. 3.33.1ὡς γῇ ἑκούσιος οὐ σχήσων ἄλλῃ ἢ Πελοποννήσῳ — 连词 ὡς 与将来时分词 σχήσων(源自 σχέω,意为“使船靠岸”)结合,表示主语的观主观意图(“打算不……”)。形容词 ἑκούσιος 用作谓语性修饰,具有副词力量(“自愿地”)。
  2. 3.33.2ἀτειχίστου γὰρ οὔσης τῆς Ἰωνίας — 由名词 Ἰωνίας、形容词 ἀτειχίστου 和现在时分词 οὔσης 构成的属格绝对结构,在此表示原因(“因为伊奥尼亚没有城墙”)。
  3. 3.33.2μέγα τὸ δέος ἐγένετο μὴ ... πορθῶσιν — 由表示恐惧的短语 δέος ἐγένετο 引导的恐惧从句,由否定小词 μὴ 和虚拟语气 πορθῶσιν 构成,意为“产生了……的极大恐惧”。
  4. 3.33.3ὅτι οὐδαμοῦ ἐγκαταληφθεῖσαι ἠναγκάσθησαν — 这是一个作主动词 ἐνόμισεν 宾语的 ὅτι 从句。被动动词 ἠναγκάσθησαν 和被动分词 ἐγκαταληφθεῖσαι 均为阴性复数形式,其语义上的主语是指敌方的“船只”(αἱ νῆες)。
  5. 3.33.3σφίσι — 这是一个间接反身代词,在此指代主句的主语帕刻斯(及他所率领的雅典人),意为“对他们自己(雅典人)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.33.1-3.33.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.33.1-3.33.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。